# τὰ μεθ᾿ Ὅμηρον 10.84-124

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 10, lines 10.84-10.124. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/10.84

αὐτὰρ Πηλείδαο πάϊς δυοκαίδεκα φῶτας
Τρώων αὐτίκʼ ὄλεσσεν ὑπʼ ἔγχεϊ πατρὸς ἑοῖο·
Κέβρον μὲν πρώτιστα καὶ Ἅρμονα Πασίθεόν τε
Ὑσμινόν τε καὶ Ἰμβράσιον Σχέδιόν τε Φλέγην τε
Μνήσαιόν τʼ ἐπὶ τοῖσι καὶ Ἔννομον Ἀμφίνοόν τε
καὶ Φάσιν ἠδὲ Γαληνόν, ὃς οἰκία ναιετάασκε
Γαργάρῳ αἰπεινῇ, μετὰ δʼ ἔπρεπε μαρναμένοισι
Τρωσὶν ἐϋσθενέεσσι, κίεν δʼ ἅμʼ ἀπείρονι λαῷ
ἐς Τροίην· μάλα γάρ οἱ ὑπέσχετο πολλὰ καὶ ἐσθλὰ
Δαρδανίδης Πρίαμος δώσειν περικαλλέα δῶρα,
νήπιος· οὐδʼ ἄρʼ ἐφράσσαθʼ ἑὸν μόρον· ἦ γὰρ ἔμελλεν
ἐσσυμένως ὀλέεσθαι ὑπʼ ἀργαλέου πολέμοιο,
πρὶν δόμον ἐκ Πριάμοιο περικλυτὰ δῶρα φέρεσθαι.
καὶ τότε Μοῖρʼ ἀΐδηλος ἐπέτραπεν Ἀργείοισιν
Εὐρυμένην, ἕταρον κρατερόφρονος Αἰνείαο.
ὦρσε δέ οἱ μέγα θάρσος ὑπὸ φρένας, ὄφρα δαμάσσας
πολλοὺς αἴσιμον ἦμαρ ἀναπλήσῃ ὑπʼ ὀλέθρῳ.
δάμνατο δʼ ἄλλοθεν ἄλλον ἀνηλέϊ θηρὶ ἐοικώς·
οἱ δέ μιν οὐχ ὑπέμειναν ἐφʼ ὑστατίῃ βιότοιο
αἰνὸν μαιμώωντι καὶ οὐκ ἀλέγοντι μόροιο·
καί νύ κεν ἔργον ἔρεξεν ἀπείριτον ἐν δαῒ κείνῃ,
εἰ μή οἱ χεῖρές τε κάμον καὶ δούρατος αἰχμὴ
πάμπαν ἀνεγνάμφθη· ξίφεος δέ οἱ οὐκέτι κώπη
ἔσθενεν· ἀλλά μιν Αἶσα διέκλασε· τὸν δʼ ὑπʼ ἄκοντι
τύψε κατὰ στομάχοιο Μέγης· ἀνὰ δʼ ἔβλυσεν αἷμα
ἐκ στόματος· τῷ δʼ αἶψα σὺν ἄλγεϊ Μοῖρα παρέστη.
τοῦ δʼ ἄρʼ ἀποκταμένοιο δύω θεράποντες Ἐπειοῦ
Δηιλέων τε καὶ Ἀμφίων ἀπὸ τεύχἐ ἑλέσθαι
ὥρμαινον· τοὺς δʼ αὖτε θρασὺ σθένος Αἰνείαο
δάμνατο μαιμώωντας ὀϊζυρῶς περὶ νεκρῷ.
ὡς δʼ ὅτ ἐν οἰνοπέδῳ τις ἐπαΐσσοντας ὀπώρῃ
σφῆκας τερσομένῃσι περὶ σταφυλῇσι δαμάσσῃ,
οἱ δʼ ἄρʼ ἀποπνείουσι πάρος γεύσασθαι ὀπώρης·
ὣς τοὺς αἶψʼ ἐδάμασσε πρὶν ἔντεα ληίσσασθαι.
Τυδείδης δὲ Μένοντα καὶ Ἀμφίνοον κατέπεφνεν
ἄμφω ἀμύμονε φῶτε· Πάρις δʼ ἕλε Δημολέοντα
Ἱππασίδην, ὃς πρόσθε Λακωνίδα γαῖαν ἔναιε
πὰρ προχοῇς ποταμοῖο βαθυρρόου Εὐρώταο,
ἤλυθε δʼ ἐς Τροίην ὑπʼ ἀρηιθόῳ Μενελάῳ·
καί ἑ Πάρις κατέπεφνε τυχὼν ὑπὸ μαζὸν ὀϊστῷ
δεξιόν, ἐκ δέ οἱ ἦτορ ἀπὸ μελέων ἐκέδασσε.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
