# τὰ μεθ᾿ Ὅμηρον 11.126-169

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 11, lines 11.126-11.169. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/11.126

ὣς οἵ γʼ ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη
ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγʼ ἔβραχεν· οἱ δὲ κυδοιμοῦ
ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες.
καὶ τότʼ ἄρʼ Αἰνείαο μόλε σχεδὸν ἠῢς Ἀπόλλων
ἠδʼ Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο·
οἱ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς
ἄγχι μάλʼ ἑσταότες κατὰ φύλοπιν, εὖθʼ ὑπʼ ἀπήνῃ
δοιοὶ ὁμηλικίη κρατεροὶ βόες, οὺδʼ ἀπέληγον
ὑσμίνης· τοὺς δʼ αἶψα θεὸς ποτὶ μῦθον ἔειπεν
μάντεϊ εἰδόμενος Πολυμήστορι, τόν ποτε μήτηρ
γείνατʼ ἐπὶ Ξάνθοιο ῥοαῖς θεράπονθʼ Ἑκάτοιο·
Εὐρύμαχʼ Αἰνεία τε θεῶν γένος, οὔτι ἔοικεν
ὑμέας Ἀργείοισιν ὑπεικέμεν· οὐδὲ γὰρ αὐτὸς
ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης,
ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι
μακρὸν ἐπʼ ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο.
ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄϊστος ἐτύχθη·
οἱ δὲ νόῳ φράσσαντο θεοῦ μένος· αἶψα γὰρ αὐτοῖς
θάρσος ἀπειρέσιον κατεχεύατο· μαίνετο δέ σφι
θυμὸς ἐνὶ στήθεσσι, καὶ ἔνθορον Ἀργείοισιν,
ἀργαλέοις σφήκεσσιν ἐοικότες, οἵ τʼ ἀλεγεινὸν
ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις,
ἅς τε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ
ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας·
ὣς ἄρα Τρώιοι υἷες ἐϋπτολέμοισιν Ἀχαιοῖς
ἔνθορον ἐσσυμένως· κεχάροντο δὲ Κῆρες ἐρεμναὶ
μαρναμένων· ἐγέλασσε δʼ Ἄρης· ἰάχησε δʼ Ἐνυὼ
σμερδαλέον· μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη.
οἱ δʼ ἄρα δυσμενέων ἀπερείσια φῦλα δάϊζον
χερσὶν ἀμαιμακέτῃσι· κατηρείποντο δὲ λαοὶ
αὕτως, ἠΰτʼ ἄμαλλα θέρευς εὐθαλπέος ὥρῃ,
ἥν ῥά τʼ ἐπιστέρχωσι θοοὶ χέρας ἀμητῆρες
δασσάμενοι κατʼ ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα·
ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγες
μυρίαι· ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα
αἵματι πλημμύρεσκεν· ἔρις δʼ ἄρʼ ἰαίνετο θυμῷ
ὀλλυμένων· οἱ δʼ οὔτι κακοῦ παύοντο μόθοιο,
ἀλλʼ ἅτε μῆλα λέοντες ἐπήιον· οἱ δʼ ἄρα φύζης
λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο
φεῦγον, ὅσοις ἀδάϊκτον ἔτι σθένος ἐν ποσὶ κεῖτο.
υἱὸς δʼ Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει
δυσμενέων μετόπτσθεν ὑπʼ ἔγχεϊ νῶτα δαΐζων,
Εὐρύμαχος δʼ ἑτέρωθεν· ἰαίνετο δʼ ἄμβροτον ἦτορ
ὑψόθεν εἰσορόωντος ἑκηβόλου Ἀπόλλωνος.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
