# τὰ μεθ᾿ Ὅμηρον 11.170-214

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 11, lines 11.170-11.214. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/11.170

ὡς δʼ ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον
ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπʼ ἀμητῆρσι δαμῆναι,
ἀντίʼ ἐπισσεύῃ κρατεροὺς κύνας, οἱ δʼ ὁρόωντες
ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς
εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν
πανσυδίῃ, τοὺς δʼ αἶψα κύνες κατὰ ποσσὶ κιχόντες
ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται
μακρὸν ἀνιύζοντες, ἄναξ δʼ ἐπιτέρπετʼ ἀρούρης·
ὣς ἄρʼ ἰαίνετο Φοῖβος, ὅτʼ ἔδρακεν ἐκ πολέμοιο
φεύγοντʼ Ἀργείων πουλὺν στρατόν· οὐ γὰρ ἔτʼ αὐτοῖς
ἔπγʼ ἀνδρῶν μεμέλητο· πόδας δʼ εὔχοντο θεοῖσιν
ὦκα φέρειν· μούνοις γὰρ ἔτʼ ἐν ποσὶν ἔπλετο νόστου
ἐλπωρή· πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων
Εὐρύμαχός τε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι.
ἔνθα τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς,
ἢ Μοίρης ἰότητι, λιλαιομένης μιν ὀλέσσαι,
φεύγοντʼ ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκε
γνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται
ἀντία δυσμενέων· τὸν δʼ ὀβριμόθυμος Ἀγήνωρ
παρφθάμενος μυῶνα κατʼ ἀλγινόεντα δάϊξεν
ἀμφιτόμῳ βουπλῆγι· βίῃ δʼ ὑπόειξε σιδήρου
ὀστέον οὐταμένοιο βραχίονος· ἀμφὶ δὲ νεῦρα
ῥηιδίως ἤμησε· φλέβες δʼ ὑπερέβλυσαν αἷμα·
ἀμφεχύθη δʼ ἵπποιο κατʼ αὐχένος· αἶψα δʼ ἄρʼ αὐτὸς
κάππεσεν ἀμφὶ νέκυσσι· λίπεν δʼ ἄρα χεῖρα κραταιὴν
στερρὸν ἔτ ἐμπεφυυῖαν ἐϋγνάμπτοιο χαλινοῦ,
οἵη ἔτι ζώοντος ἔην· μέγα δʼ ἔπλετο θαῦμα,
οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθʼ αἱματόεσσα
Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα·
φαίης κεν χατέουσαν ἔθʼ ἱππασίης πονέεσθαι.
σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος.
Αἰνείας δʼ ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶ
Αἰθαλίδην· αἰχμὴ δὲ παρʼ ὀμφαλὸν ἐξεπέρησεν
ἔγκατʼ ἐφελκομένη· ὁ δʼ ἄρʼ ἐν κονίῃσι τανύσθη
συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν
δεινὰ μάλα στενάχων, γαίῃ δʼ ἐνέρεισεν ὀδόντας
βεβρυχώς· ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα.
Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο,
οὕς τʼ ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ
τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος
αἵματος ἱέμενος, τοὶ δʼ ἄσπετον ἀσχαλόωντες
ἔργου ἑκὰς φεύγουσιν, ἐπὶ σφίσι δʼ ἄχνυται ἀνὴρ
ἀμφότερον πονέων τε πόνον, τρομέων τʼ ἐπὶ βουσί,
μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρου
κέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
