# τὰ μεθ᾿ Ὅμηρον 11.215-254

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 11, lines 11.215-11.254. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/11.215

ὣς Δαναοὶ φοβέοντο· περὶ σφίσι δʼ ἄχνυτο θυμὸν
υἱὸς Ἀχιλλῆος· μέγα δʼ ἴαχε λαὸν ἐέργων·
ἆ δειλοί, τί φέβεσθε ἐοικότες οὐτιδανοῖσι
ψήρεσιν, οὕς τʼ ἐφόβησεν ἰὼν κατεναντία κίρκος;
ἀλλʼ ἄγε θέσθʼ ἔνι θυμόν, ἐπεὶ πολὺ λώιόν ἐστι
τεθνάμεν ἐν πολέμῳ ἢ ἀνάλκιδα φύζαν ἑλέσθαι.
ὣς φάτο· τοὶ δʼ ἐπίθοντο θρασὺν νόον ἐν φρεσὶ θέντες
ἐσσυμένως· ὁ δὲ Τρωσὶ μέγα φρονέων ἐνόρουσε
πάλλων ἐν χείρεσσι θοὸν δόρυ· τῷ δʼ ἄρα λαοὶ
Μυρμιδόνων ἐφέποντο βίην ἀτάλαντον ἀέλλῃ
ἐν στέρνοισιν ἔχοντες· ἀνέπνευσαν δὲ κυδοιμοῦ
Ἀργεῖοι· ὁ δʼ ἄρʼ αἶψα φίλῳ πατρὶ θυμὸν ἐοικὼς
ἄλλον ἐπʼ ἄλλῳ ἔπεφνε κατὰ μόθον· οἱ δʼ ἀπιόντες
χἀζοντʼ, ἠΰτε κύμαθʼ, ἅ τʼ ἐκ βορέαο θυέλλης
πόλλʼ ἐπιπαφλάζοντα κυλίνδεται αἰγιαλοῖσιν
ὀρνύμενʼ ἐκ πόντοιο, τὰ δʼ ἔκποθεν ἄλλος ἀήτης
ἀντίον ἀΐξας μεγάλῃ περὶ λαίλαπι θύων
ὤσῃ ἀπʼ ἠιόνων Βορέω ἔτι βαιὸν ἀέντος·
ὣς Τρῶας Δαναοῖσιν ἐποιχομένους τὸ πάροιθεν
υἱὸς Ἀχιλλῆος θεοειδέος ὦσεν ὀπίσσω
τυτθόν, ἐπεὶ μένος ἠῢ θρασύφρονος Αἰνείαο
φευγέμεν οὐκ εἴασκε, μένειν δʼ ἀνὰ φύλοπιν αἰνὴν
θαρσαλέως· ἑκάτερθε ἴσην ἐτάνυσσεν Ἐνυὼ
ὑσμίνην. ἀλλʼ οὔτι καταντίον Αἰνείαο
υἱὸς Ἀχιλλῆος πῆλεν δόρυ πατρὸς ἑοῖο,
ἀλλʼ ἄλλῃ τρέπε θυμόν, ἐπεὶ Θέτις ἀγλαόπεπλος
ἁζομένη Κυθέρειαν ἀπέτραπεν υἱωνοῖο
θυμὸν καὶ μέγα κάρτος ἐπʼ ἄλλων ἔθνεα λαῶν.
ἐνθʼ ὁ μὲν ἂρ Τρώων πολέας κτάνεν, ὃς δʼ αρʼ Ἀχαιῶν
δάμνατο μυρία φῦλα· δαϊκταμένων δʼ ἐνὶ χάρμῃ
οἰωνοὶ κεχάροντο μεμαότες ἔγκατα φωτῶν
δαρδάψαι καὶ σάρκας· ἐπεστενάχοντο δὲ Νύμφαι
καλλιρόου Σιμόεντος ἰδὲ Ξάνθοιο θύγατρες.
καί ῥʼ οἱ μὲν πονέοντο· κόνιν δʼ ἀκάμαντες ἀῆται
ὦρσαν ἀπειρεσίην· ἤχλυσε δὲ πᾶσαν ὕπερθεν
ἠέρα θεσπεσίην, ὥς τʼ ἀπροτίοπτος ὀμίχλη,
οὐδʼ ἄρα φαίνετο γαῖα, βροτῶν δʼ ἀμάθυνεν ὀπωπάς·
ἀλλὰ καὶ ὣς μάρναντο· καὶ ἐς χέρας ὅντινʼ ἕλοντο
κτεῖνον ἀνηλεγέως, καὶ εἰ μάλα φίλτατος ἦεν·
οὐ γὰρ ἔην φράσσασθαι ἀνὰ κλόνον οὔτʼ ἐπιόντα
δήιον οὔτʼ ἄρʼ ἑταῖρον· ἀμηχανίη δʼ ἔχε λαούς.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
