# τὰ μεθ᾿ Ὅμηρον 11.255-297

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 11, lines 11.255-11.297. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/11.255

καί νύ κε μίγδʼ ἐγένοντο καὶ ἀργαλέως ἀπόλοντο
πάντες ὁμῶς ὀλοοῖσι περὶ ξιφέεσσι πεσόντες
ἀλλήλων, εἰ μή σφιν ἀπʼ Οὐλύμποιο Κρονίων
ἤρκεσε τειρομένοισι, κόνιν δʼ ἀπάτερθεν ἔλασσεν
ὑσμίνης, ὀλοὰς δὲ κατεπρήϋνεν ἀέλλας.
οἱ δʼ ἔτι δηριόωντο· πόνος δʼ ἄρα τοῖσιν ἐτύχθη
πολλὸν ἐλαφρότερος· δέρκοντο γὰρ εἴτε δαΐξαι
χρειὼ δήϊον ἄνδρα κατὰ κλόνον, εἴτʼ ἀλέασθαι.
καί ῥʼ ὁτὲ μὲν Δαναοὶ Τρώων ἀνέεργον ὅμιλον
ἄλλοτε δʼ αὖ Τρῶες Δαναῶν στίχας· ἔπλετο δʼ αἰνὴ
ὑσμίνη· νιφάδεσσι δʼ ἐοικότα πίπτε βέλεμνα
ἀμφοτέρωθεν ἰόντα· δέος δʼ ἔχε μηλοβοτῆρας
ἔκποθεν Ἰδαίων ὀρέων ὁρόωντας ἀϋτήν.
καί τις ἐς αἰθέρα χεῖρας ἐπουρανίοισιν ἀείρων
εὔχετο, δυσμενέας μὲν ὑπʼ Ἄρεϊ πάντας ὀλέσθαι,
Τρῶας δὲ στονόεντος ἀναπνεῦσαι πολέμοιο,
ἦμαρ δʼ εἰσιδέειν ποτʼ ἐλεύθερον· ἀλλά οἱ οὔτι
ἔκλυον· αἶσα γὰρ ἄλλα πολύστονος ὁρμαίνεσκεν·
ἅζετο δʼ οὔτε Ζῆνα πελώριον, οὔτε τινʼ ἄλλων
ἀθανάτων· οὐ γάρ τι μετατρέπεται νόος αἰνὸς
κείνης, ὅντινα πότμον ἐπʼ ἀνδράσι γεινομένοισι,
ἀνδράσιν ἢ πολίεσσιν ἐπικλώσηται ἀφύκτῳ
νήματι· τῇ δʼ ὕπο πάντα τὰ μὲν φθινύθει, τὰ δʼ ἀέξει·
τῆς καὶ ὑπʼ ἐννεσίῃσι πόνος καὶ δῆρις ὀρώρει
ἱππομάχοις Τρώεσσι καὶ ἀγχεμάχοισιν Ἀχαιοῖς.
τεῦχον δʼ ἀλλήλοισι φόνον καὶ ἀνηλέα πότμον
νωλεμέως· οὐ γάρ τινʼ ἔχεν δέος, ἀλλʼ ἐμάχοντο
προφρονέως· θάρσος γὰρ ἐφέλκεται ἄνδρας ἐς αἰχμήν.
ἀλλʼ ὅτε δὴ πολλοὶ μὲν ἀπέφθιθεν ἐν κονίῃσι,
δὴ τότʼ ἄρʼ Ἀργείοισιν ὑπέρτερον ὤρνυτο κάρτος
Παλλάδος ἐννεσίῃσι δαΐφρονος, ἥ ῥα μολοῦσα
ὑσμίνης ἄγχιστα μέγʼ Ἀργείοισιν ἄμυνεν
ἐκπέρσαι μεμαυῖα κλυτὴν Πριάμοιο πόληα.
καὶ τότʼ ἄρʼ Αἰνείαν ἐρικυδέα δἶ Ἀφροδίτη,
ἥ ῥα μέγα στενάχιζεν Ἀλεξάνδροιο δαμέντος,
αὐτὴ ἀπὸ πτολέμοιο καὶ οὐλομένης ὑσμίνης
ἥρπασεν ἐσσυμένως· περὶ δʼ ἠέρα χευατο πουλύν·
οὐ γὰρ ἔτʼ αἴσιμον ἦεν ἀνὰ μόθον ἀνέρι κείνῳ
μάρνασθʼ Ἀργείοισι πρὸ τείχεος αἰπεινοῖο.
τῷ καὶ ἄδην ἀλέεινε περίφρονα Τριτογένειαν
ἐκ θυμοῦ Δαναοῖσιν ἀρηγέμεναι μεμαυῖαν,
μὴ καὶ ὑπὲρ κῆράς μιν ἕλῃ θεός· οὐδὲ γὰρ αὐτοῦ
φείσατο πρόσθεν Ἄρηος, ὅ περ πολὺ φέρτερος ἦεν.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
