# τὰ μεθ᾿ Ὅμηρον 11.298-344

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 11, lines 11.298-11.344. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/11.298

Τρῶες δʼ οὐκέτʼ ἔμιμνον ἀνὰ στόμα δηιοτῆτος,
ἀλλʼ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·
ἐν γάρ σφιν θήρεσσιν ἐοικότες ὠμοβόροισιν
ἔνθορον Ἀργεῖοι μέγα μαιμώωντες Ἄρηι.
τῶν δʼ ἄρα δαμναμένων ποταμοὶ πλήθοντο νέκυσσι
καὶ πεδίον· πολλοὶ γὰρ ἄδην πέσον ἐν κονίῃσιν
ἀνέρες ἠδʼ ἵπποι· μάλα δʼ ἅρματα πολλὰ κέχυντο
βαλλομένων· πάντῃ δʼ ἀπερείσιον ἔρρεεν αἷμα
ὑετὸς ὥς· ὀλοὴ γὰρ ἐπήιεν Αἶσα κυδοιμόν.
καί ῥʼ οἱ μὲν ξιφέεσσι πεπαρμένοι ἢ μελίῃσι
κεῖντο παρʼ ἀλλήλοισιν ἀλίγκιον ἐκχυμένοισι
δούρασιν, εὖτʼ ἐπὶ θινὶ βαρυγδούποιο θαλάσσης
ἀνέρες ἄσπετα δεσμὰ πολυκμήτων ἀπὸ γόμφων
λυσάμενοι σκεδάσωσι διὰ ξύλα μακρὰ καὶ ὕλην
ἠλιβάτου σχεδίης, πάντῃ δʼ ἀναπλήθεται εὐρὺς
αἰγιαλός, τοῖσιν δὲ μέλαν ποτικλύζεται οἶδμα·
ὢς οἵ γʼ ἐν κονίῃσι καὶ αἵματι δῃωθέντες
κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο.
παῦροι δὲ προφυγόντες ἀνηλέα δηιοτῆτα
δῦσαν ἀνὰ πτολίεθρον ἀλευάμενοι βαρὺ πῆμα·
τῶν δʼ ἄλοχοι καὶ παῖδες ἀπὸ χροὸς αἱματόεντος
τεύχεα πάντα δέχοντο κακῷ πεφορυγμένα λύθρῳ.
πᾶσι δὲ θερμὰ λοετρὰ τετεύχατο· πᾶν δʼ ἀνὰ ἄστυ
ἔσσυντʼ ἰητῆρες ἐς οὐταμένων αἰζηῶν
οἰκία ποιπνύοντες, ἵνʼ οὐταμένους ἀκέσωνται.
τοὺς δʼ ἄλοχοι καὶ τέκνα περιστενάχοντο μολόντας
ἐκ πολέμου· πολλοὺς δὲ καὶ οὐ παρεόντας ἀΰτευν·
καί ῥʼ οἱ μὲν στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
κεῖντο βαρυστενάχοντες ἐπʼ ἄλγεσιν· οἱ δʼ ἐπὶ δόρπον
ἐκ καμάτοιο τρέποντο· θοοὶ δʼ ἐπαΰτεον ἵπποι
φορβῇ ἐπιχρεμέθοντες ἄδην· ἑτέρωθι δʼ Ἀχαιοὶ
πὰρ κλισίῃς νήεσσί θʼ ὁμοίια Τρωσὶ πένοντο.
ἦμος δʼ ὠκεανοῖο ῥοὰς ὑπερήλασεν Ἠὼς
ἵππους μαρμαίροντας, ἀνέγρετο δʼ ἔθνεα φωτῶν,
δὴ τοτʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
οἱ μὲν ἔβαν Πριάμοιο ποτὶ πτόλιν αἰπήεσσαν,
οἱ δʼ ἄρʼ ἐνὶ κλισίῃσιν ἅμʼ ἀνδράσιν οὐταμένοισι
μίμνον, μή ποτε λαὸς ἐπιβρίσας ἀλεγεινὸς
νῆας ἕλῃ Τρώεσσι φέρων χάριν· οἱ δʼ ἀπὸ πύργων
μάρναντʼ Ἀργείοισι· μόθος δʼ ἀλεγεινὸς ὀρώρει.
σκαιῆς μὲν προπάροιθε πύλης Καπανήιος υἱὸς
μάρναθʼ ἅμʼ ἀντιθέῳ Διομήδεϊ· τοὺς δʼ ἄρʼ ὕπερθε
Δηίφοβός τε μενεπτόλεμος κρατερός τε Πολίτης
σύν τʼ ἄλλοις ἑτάροισιν ἐρητύεσκον ὀϊστοῖς
ἠδʼ ἄρα χερμαδίοισι· περικτυπέοντο δὲ φωτῶν
βαλλόμεναι κόρυθές τε καὶ ἀσπίδες, αἵ τʼ ἀλεγεινὸν
αἰζηῶν ῥύοντο μόρον καὶ ἀμείλιχον αἶσαν.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
