# τὰ μεθ᾿ Ὅμηρον 11.481-501

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 11, lines 11.481-11.501. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/11.481

οὐδʼ ἄρα μαψιδίως χαμάδις πέσεν, ἀλλὰ Μέδοντα
μεσσηγὺς σάκεός τε καὶ ἱπποκόμου τρυφαλείης
τύψεν· ὁ δʼ ἐκ πύργοιο κατήριπεν, εὖτʼ ἀπὸ πέτρης
ἄγριον αἶγα βάλῃσιν ἀνὴρ στονόεντι βελέμνῳ·
ὣς ὁ πεσὼν τετάνυστο· λίπεν δέ μιν ἱερὸς αἰών.
Αἰνείας δʼ ἑτάροιο χολωσάμενος βάλε πέτρην,
καί ῥα Φιλοκτήταο κατέκτανεν ἐσθλὸν ἑταῖρον
Τοξαίχμην· θλάσσεν δὲ κάρη, συνέαξε δὲ πάντα
ὀστέα σὺν πήληκι· λύθη δέ οἱ ἀγλαὸν ἦτορ.
τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε πάϊς Ποίαντος ἀγαυοῦ·
Αἰνεία, νὺν ἔολπας ἐνὶ φρεσὶ σῇσιν ἄριστος
ἔμμεναι ἐκ πύργοιο πονεύμενος, ἔνθα γυναῖκες
δυσμενέεσσι μάχονται ἀνάλκιδες· εἰ δὲ τίς ἐσσί,
ἔρχεο τείχεος ἐκτὸς ἐν ἔντεσιν, ὄφρα δαείης
Ποίαντος θρασὺν υἷα καὶ ἔγχεσι καὶ βελέεσσιν.
ὣς ἄρʼ ἔφη· τὸν δʼ οὔτι θρασὺς πάϊς Ἀγχίσαο
καίπερ ἐελδόμενος προσεφώνεεν, οὕνεκʼ ὀρώρει
δῆρις ὀϊζυρὴ περὶ τείχεα μακρὰ καὶ ἄστυ
νωλεμέως· οὐ γάρ τι κακοῦ παύοντο μόθοιο·
οὐδέ σφιν μάλα δηρὸν ὑπʼ Ἄρεϊ τειρομένοισιν
ἔσκε λύσις καμάτοιο· πόνος δʼ ἄπρηκτος ὀρώρει.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
