# τὰ μεθ᾿ Ὅμηρον 12.129-168

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 12, lines 12.129-12.168. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/12.129

πρέμνα δʼ ἀπαυαίνοντο βίην ποθέοντʼ ἀνέμοιο.
καὶ τὰ μὲν ἂρ πελέκεσσι διατμήγοντες Ἀχαιοὶ
ἐσσυμένως φορέεσκον ἐπʼ ᾐόνας Ἑλλησπόντου
ἐξ ὄρεος λασίοιο· μόγησε δὲ θυμὸς ἐπʼ ἔργῳ
αἰζηῶν τε καὶ ἡμιόνων· πονέοντο δὲ λαοὶ
ἄσπετον ἄλλοθεν ἄλλος ὑποδρήσσοντες Ἐπειῷ·
οἱ μὲν γὰρ τέμνεσκον ὑπʼ ὀκριόεντι σιδήρῳ
δούρατα καὶ σανίδας διεμέτρεον· οἱ δʼ ἄρʼ ἀπʼ ὄζους
λείαινον πελέκεσσιν ἔτʼ ἀπρίστων ἀπὸ φιτρῶν,
ἄλλος δʼ ἄλλο τι ῥέζε πονεύμενος· αὐτὰρ Ἐπειὸς
ἵππου δουρατέοιο πόδας κάμεν, αὐτὰρ ἔπειτα
νηδύα, τῇ δʼ ἐφύπερθε συνήρμοσε νῶτα καὶ ἰξὺν
ἐξόπιθεν, δειρὴν δὲ πάρος, καθύπερθε δὲ χαίτην
αὐχένος ὑψηλοῖο καθήρμοσεν, ὡς ἐτεόν περ
κινυμένην, λάσιον δὲ κάρη καὶ ἐΰτριχον οὐρήν,
οὔατά τʼ ὀφθαλμούς τε διειδέας ἄλλα τε πάντα,
οἷς ἐπικίνυται ἵππος· ἀέξετο δʼ ἱερὸν ἔργον
ὡς ἐτεὸν ζώοντος, ἐπεὶ θεὸς ἀνέρι τέχνην
δῶκʼ ἐρατήν· τετέλεστο δʼ ἐνὶ τρισὶν ἤμασι πάντα
Παλλάδος ἐννεσίῃσι· πολὺς δʼ ἐπεγήθεε λαὸς
Αργείων· θαύμαζε δʼ ὅπως ἐπὶ δούρατι θυμὸς
καὶ τάχος ἐκπεπόνητο ποδῶν, χρεμέθοντί τʼ ἐῴκει.
καὶ τότε δῖος Ἐπειὸς ὑπὲρ μεγακήτεος ἵππου
εὔχετʼ ἐπʼ ἀκαμάτῳ Τριτωνίδι χεῖρας ὀρέξας·
κλῦθι, θεὰ μεγάθυμε, σάου δʼ ἐμὲ καὶ τεὸν ἵππον.
ὣς φάτο· τοῦ δʼ ἐσάκουσε θεὰ πολύμητις Ἀθήνη,
καί ῥά οἱ ἔργον ἔτευξεν ἐπιχθονίοισιν ἀγητὸν
πᾶσιν, ὅσοι μιν ἴδοντο καὶ οἳ μετόπισθε πύθοντο.
ἀλλʼ ὅτε δὴ Δαναοὶ μὲν ἐγήθεον ἔργον Ἐπειοῦ
δερκόμενοι, Τρῶες δὲ πεφυζότες ἔνδοθι πύργων
μίμνον ἀλευάμενοι θάνατον καὶ ἀνηλέα κῆρα,
δὴ τότʼ ἐπʼ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
Ζηνὸς ὑπερθύμοιο θεῶν ἀπάτερθε μολόντος
ἔμπεσεν ἀθανάτοισιν ἔρις· δίχα δέ σφισι θυμὸς
ἔπλετʼ ὀρινομένων· ἀνέμων δʼ ἐπιβάντες ἀέλλαις
οὐρανόθεν φορέοντο ποτὶ χθόνα· τοῖσι δʼ ὕπʼ αἰθὴρ
ἔβραχεν· οἱ δὲ μολόντες ἐπὶ Ξάνθοιο ῥέεθρα
ἀλλήλων ἵσταντο καταντίον, οἱ μὲν Ἀχαιῶν
οἱ δʼ ἄρʼ ὑπὲρ Τρώων· πολέμου δʼ ἔρος ἔμπεσε θυμῷ.
τοῖσι δʼ ὁμῶς ἀγέροντο καὶ οἳ λάχον εὐρέα πόντον.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
