Ancient Greek
Book 12, lines 12.169-12.213
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 12.169-213
Not analysed yet
καί ῥʼ οἱ μὲν δολόεντα κοτεσσάμενοι μενέαινον
ἵππον ἀμαλδῦναι σὺν νήεσιν, οἱ δʼ ἐρατεινὴν
Ἴλιον· αἶσα δʼ ἔρυκε πολύτροπος, ἐς δὲ κυδοιμὸν
τρέψε νόον μακάρεσσιν· Ἄρης δʼ ἐξῆρχε μόθοιο,
ἆλτο δʼ Ἀθηναίης κατεναντίον· ὣς δὲ καὶ ἄλλοι
σύμπεσον ἀλλήλοισι· περί σφισι δʼ ἄμβροτα τεύχη
χρύσεα κινυμένοισι μέγʼ ἴαχεν· ἀμφὶ δὲ πόντος
εὐρὺς ἐπεσμαράγησε· κελαινὴ δʼ ἔτρεμε γαῖα
ἀθανάτων ὑπὸ ποσσί· μακρὸν δʼ ἅμα πάντες ἄϋσαν.
σμερδαλέη δʼ ἐνοπὴ μέχρις οὐρανὸν εὐρὺν ἵκανε,
μέχρις ἐπʼ Ἀϊδονῆος ὑπερθύμοιο βέρεθρον·
Τιτῆνες δʼ ὑπένερθε μέγʼ ἔτρεσαν· ἀμφὶ δὲ μακρὴ
Ἴδη ἐπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα
ἀενάων ποταμῶν, δολιχαὶ δʼ ἅμα τοῖσι χαράδραι
νῆές τʼ Ἀργείων Πριάμοιό τε κύδιμον ἄστυ.
ἀλλʼ οὐκ ἀνθρώποισι πέλεν δέος· οὐδʼ ἐνόησαν
αὐτῶν ἐννεσίῃσι θεῶν ἔριν· οἱ δὲ κολώνας
χερσὶν ἀπορρήξαντες ἀπʼ οὔρεος Ἰδαίοιο
βάλλον ἐπʼ ἀλλήλους· αἱ δὲ ψαμάθοισιν ὁμοῖαι
ῥεῖα διεσκίδναντο θεῶν ἀμφʼ ἄσχετα γυῖα
ῥηγνύμεναι διὰ τυτθά. Διὸς δʼ ἐπὶ πείρασι γαίης
οὐ λάθον ἠῢ νόημα· λιπὼν δʼ ἄφαρ Ὠκεανοῖο
χεύματʼ ἐς οὐρανὸν εὐρὺν ἀνήιε· τὸν δὲ φέρεσκον
εὖρος καὶ Βορέης, Ζέφυρος δʼ ἐπὶ τοῖσι Νότος τε,
τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶρις
ἅρματος αἰὲν ἐόντος, ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν
χερσὶν ὑπʼ ἀκαμάτῃσιν ἀτειρέος ἐξ ἀδάμαντος.
ἵκετο δʼ Οὐλύμποιο ῥίον μέγα· σὺν δʼ ἐτίναξεν
ἠέρα πᾶσαν ὕπερθε χολούμενος· ἄλλοθε δʼ ἄλλαι
βρονταὶ ὁμῶς στεροπῇσι μέγʼ ἔκτυπον· ἐκ δὲ κεραυνοὶ
ταρφέες ἐξεχέοντο ποτὶ χθόνα· καίετο δʼ ἀὴρ
ἄσπετον· ἀθανάτοισι δʼ ὑπὸ φρένας ἔμπεσε δεῖμα·
πάντων δʼ ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων.
τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα
ἆλτο διὰ νεφέων· τάχα δέ σφεας εἰσαφίκανεν·
οἴη γάρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο·
τοῖον δʼ ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι·
ἴσχεσθʼ ἰωχμοῖο δυσηχέος· οὐ γὰρ ἔοικε
Ζηνὸς χωομένοιο μινυνθαδίων ἕνεκʼ ἀνδρῶν
μάρνασθʼ αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄϊστοι
ἔσσεσθʼ· ἦ γὰρ ὕπερθεν ἐφʼ ὑμέας οὔρεα πάντα
εἰς ἓν ἀναρρήξας οὔθʼ υἱῶν οὔτε θυγατρῶν
φείσεται, ἀλλʼ ἄρα πάντας ὁμῶς ἐφύπερθε καλύψει
γαίῃ ἀπειρεσίῃ· οὐδʼ ἔσσεται ὔμμιν ἄλυξις
ἐς φάος· ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει.