# τὰ μεθ᾿ Ὅμηρον 12.214-252

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 12, lines 12.214-12.252. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/12.214

ὣς φάτο· τοὶ δʼ ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν,
ὑσμίνης δʼ ἴσχοντο, χόλον δʼ ἀπὸ νόσφι Βάλοντο
ἀργαλέον, φιηότητα δʼ ὁμήθεα ποιήσαντο·
καί ῥʼ οἱ μὲν νίσσοντο πρὸς οὐρανόν, οἱ δʼ ἁλὸς εἴσω,
οἱ δʼ ἀνὰ γαῖαν ἔμιμνον. ἐϋπτολέμοιστ δʼ Ἀχαιοῖς
υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον·
ὦ κλυτοὶ Ἀργείων σημάντορες ὀβριμόθυμοι,
νῦν μοι ἐελδομένῳ τεκμήρατε, οἵτινές ἐστε
ἐκπάγλως κρατεροὶ καὶ ἀμύμονες· ἦ γὰρ ἱκάνει
ἔργον ἀναγκαίης· ἀλλὰ μνησώμεθʼ Ἄρηος,
ἐς δʼ ἵππον βαίνωμεν ἐΰξοον, ὄφρα κε τέκμωρ
εὕρωμεν πολέμοιο δυσηχέος· ὣς γάρ ἄμεινον
ἔσσεται ἤν κε δόλῳ καὶ μήδεσιν ἀργαλέοισιν
ἄστυ μέγʼ ἐκπέρσωμεν, οὖ εἵνεκα δεῦρο μολόντες
πάσχομεν ἄλγεα πολλὰ φίλης ἀπὸ τηλόθι γαίης.
ἀλλʼ ἄγε δή, μένος ἠΰ καὶ ἄλκιμον ἐν φρεσί θέντες
καὶ γάρ τις κατὰ δῆριν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ
θαρσήσας ἀνὰ θυμὸν ἀμείνονα φῶτα κατέκτα
χειρότερος γεγαώς· μάλα γὰρ μέγα θυμὸν ἀέξει
θάρσος, ὅ πέρ τε μάλιστα πέλει κλέος ἀνθ ρώποισιν.
ἀλλʼ ἄγʼ, ἀριστῆες μὲν ἐῢν λόχου ἐντύνεσθε·
οἱ δʼ ἄλλοι Τενέδοιο πρὸς ἱερὸν ἄστυ μολόντες
μιμνέμεν, εἰσόκεν ἄμμε ποτὶ πτόλιν εἰρύσσωσι
δήϊοι ἐλπόμενοι Τριτωνίδι δῶρον ἄγεσθαι.
αἰζηῶν δέ τις ἐσθλός, ὃν οὐ σάφα Τρῶες ἴσασι,
μιμνέτω ἄγχʼ ἵπποιο σιδήρεον ἐνθέμενος κῆρ·
καί οἱ πάντα μέλοιτο μάλʼ ἔμπεδον, ὁππόσʼ ἔγωγε
πρόσθʼ ἐφάμην· καὶ μή τι περὶ φρεσὶν ἄλλο νοήσῃ,
ὄφρα μὴ ἀμφαδὰ Τρωσὶν Ἀχαιῶν ἔργα πέληται.
ὣς φάτο· τὸν δὲ Σίνων ἀπαμείβετο κύδιμος ἀνὴρ
ἄλλων δειδιότων· μάλα γὰρ μέγα ἔργον ἔμελλεν
ἐκτελέειν· τῷ καί μιν ἐϋφρονέοντʼ ἀνὰ θυμὸν
εὐρὺς ἀγάσσατο λαός· ὁ δʼ ἐν μέσσοισιν ἔειπεν·
ὦ Ὀδυσεῦ καὶ πάντες Ἀχαιῶν φέρτατοι υἷες,
ἔργον μὲν τόδʼ ἔγωγε λιλαιομένοισι τελέσσω,
εἰ καὶ ἀεικίζωσι καὶ εἰ πυρὶ μητιόωνται
βάλλειν ζωὸν ἐόντα· τὸ γάρ νύ μοι εὔαδε θυμῷ,
ἢ θανέειν δηΐοισιν ὑπʼ ἀνδράσιν, ἢ ὑπαλύξαι
Ἀργείοις μέγα κῦδος ἐελδομένοισι φέροντα.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
