# τὰ μεθ᾿ Ὅμηρον 12.253-293

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 12, lines 12.253-12.293. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/12.253

ὣς φάτο θαρσαλέως· μέγα δʼ Ἀργεῖοι κεχάροντο·
καί τις ἔφη· ὡς τῷδε θεὸς μέγα θάρσος ἔδωκε
σήμερον· οὐ γὰρ πρόσθεν ἔην θρασύς· ἀλλά ἑ δαίμων
ὀτρύνει πάντεσσι κακὸν Τρώεσσι γενέσθαι
ἢ νῶιν· νῦν γάρ που ὀΐομαι ἐσσυμένως περ
ἀργαλέου πολέμοιο τέκμωρ ἀΐδηλον ἔσεσθαι.
ὣς ἄρʼ ἔφη κατὰ λαὸν ἀρηϊφίλων τις Ἀχατῶν·
Νέστωρ δʼ αὖθʼ ἑτέρωθεν ἐποτρύνων μετέειπε·
νῦν χρειώ, φίλα τέκνα , βίης καὶ θάρσεος ἐσθλοῦ·
νῦν γὰρ τέρμα πόνοιο θεοὶ καὶ ἀμύμονα νίκην
ἧμιν ἐελδομένοισι φίλας ἐς χεῖρας ἄγουσιν·
ἀλλʼ ἄγε θαρσαλέως πολυχανδέος ἔνδοθεν ἵππου
βαίνετʼ, ἐπεὶ μερόπεσσι κλέος μέγα θάρσος ὀπάξει·
ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο,
οἶον ὅτʼ Αἴσονος υἱὸς ἔσω νεὸς ὠκυπόροιο
Ἀργῴης καλέεσκεν ἀριστέας, ὁππότʼ ἔγωγε
πρῶτος ἀριστήων καταβήμεναι ὁρμαίνεσκον,
εἰ μὴ ἄρʼ ἀντίθεος Πελίης ἀέκοντά μʼ ἔρυκε·
νῦν δέ με γῆρας ἔπεισι πολύστονον· ἀλλʼ ἄρα καὶ ὥς,
ὡς νέος ἡβώων, καταβήσομαι ἔνδοθεν ἵππου
θαρσαλέως· θάρσος δὲ κλέος καὶ κῦδος ὁπάσσει.
ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος·
ὧ Νέστορ, σὺ μέν ἐσσὶ νόῳ προφερέστατος ἀνδρῶν
πάντων· ἀλλά σε γῆρας ἀμείλιχον ἀμφιμέμαρπεν,
οὐδέ τοι ἔμπεδός ἐστι βίη χατέοντι πόνοιο·
τῷ σε χρὴ Τενέδοιο πρὸς ῇόνας ἀπονέεσθαι·
ἐς δὲ λόχον νέοι ἄνδρες ἔθʼ ὑσμίνης ἀκόρητοι
βησόμεθʼ ὡς σύ, γεραιέ, λιλαιομένοις ἐπιτέλλεις.
ὣς φάτο· τοῦ δʼ ἄγχιστα κιὼν Νηλήιος υἱὸς
ἀμφοτέρας οἱ ἔκυσσε χέρας κεφαλήν τʼ ἐφύπερθεν,
οὕνεχʼ ὑπέσχετο πρῶτος ἐς εὐρέα δύμεναι ἵππον,
αὐτὸν δʼ αὖτε κέλευε γεραίτερον ἔκτοθι μίμνειν
ἄλλοις σὺν Δαναοῖσιν· ἐέλδετο γὰρ πονέεσθαι·
καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
ἐσσὶ πατρὸς κείνοιο βίῃ καὶ εΰφρονι μύθῳ
ἀντιθέου Ἀχιλῆος· ἔολπα δὲ σῇσι χέρεσσιν
Ἀργείους Πριάμοιο διαπραθέειν κλυτὸν ἄστυ·
ὀψὲ δʼ ἄρʼ ἐκ καμάτοιο μέγα κλέος ἔσσεται ἡμῖν
πολλὰ πονησαμένοισι κατὰ κλόνον ἄλγεα λυγρά·
ἄλγεα μὲν παρὰ ποσσὶ θεοὶ θέσαν ἀνθρώποισιν,
ἐσθλὰ δὲ πολλὸν ἄπωθε· πόνον δʼ ἐς μέσσον ἔλασσαν·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
