# τὰ μεθ᾿ Ὅμηρον 12.421-464

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 12, lines 12.421-12.464. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/12.421

τοὔνεκα προφρονέως μιν ἄγον ποτὶ Τρώιον ἄστυ
ὀψέ περ οἰκτείραντες. ἀγειρόμενοι δʼ ἅμα πάντες
σειρὴν ἀμφεβάλοντο θοῶς περιμήκεϊ ἵππῳ
δησάμενοι καθύπερθεν, ἐπεί ῥά οἱ ἐσθλὸς Ἐπειὸς
ποσσὶν ὑπὸ βριαροῖσιν ἐΰτροχα δούρατʼ ἔθηκεν,
ὄφρα κεν αἰζηοῖσιν ἐπὶ πτολίεθρον ἕπηται
ἑλκόμενος Τρώων ὑπὸ χείρεσιν. οἱ δʼ ἅμα πάντες
εἷλκον ἐπιβρίσαντες ἀολλέες, ἠΰτε νῆα
ἕλκωσιν μογέοντες ἔσω ἁλὸς ἠχηέσσης
αἰζηοί, στιβαραὶ δὲ περιστενάχουσι φάλαγγες
τριβόμεναι, δεινὸν δὲ τρόπις περιτετριγυῖα
ἀμφὶς ὀλισθαίνουσα κατέρχεται εἰς ἁλὸς οἶδμα·
ὣς οἵ γε σφίσι πῆμα ποτὶ πτόλιν ἔργον Ἐπειοῦ
πανσυδίῃ μογέοντες ἀνείρυον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
πολλὸν ἄδην στεφέων ἐριθηλέα κόσμον ἔθεντο·
αὐτοὶ δʼ ἐστέψαντο κάρη· μέγα δʼ ἤπυον αὐλοὶ
ἀλλήλοις ἐπικεκλομένοι· ἐγέλασσε δʼ Ἐνυὼ
δερκομένη πολέμοιο κακὸν τέλος· ὑψόθι δʼ Ἥρη
τέρπετʼ· Ἀθηναίη δʼ ἐπεγήθεεν· οἱ δὲ μολόντες
ἄστυ ποτὶ σφέτερον μεγάλης κρήδεμνα πόληος
λυσάμενοι λυγρὸν ἵππον ἐσήγαγον· αἱ δʼ ὀλόλυξαν
Τρωιάδες, πᾶσαι δὲ περισταδὸν εἰσορόωσαι
θάμβεον ὄβριμον ἔργον· ὃ δέ σφισιν ἔκρυφε πῆμα.
Λαοκόων δʼ ἔτʼ ἔμιμνεν ἐποτρύνων ἑτάροισιν
ἵππον ἀμαλδῦναι μαλερῷ πυρί· τοὶ δέ οἱ οὔτι
πείθοντʼ, ἀθανάτων γὰρ ὑποτρομέεσκον ὁμοκλήν.
τῷ δʼ ἔπι κύντερον ἄλλο θεὰ μεγάθυμος Ἀθὴνη
δυστήνοις τεκέεσσιν ἐμήδετο Λαοκόωντος.
δὴ γάρ που πέλεν ἄντρον ὑπὸ στυφελώδεϊ πέτρῃ
ἠερόεν, θνητοῖσιν ἀνέμβατον, ᾧ ἔνι θῆρες
σμερδαλέοι ναίεσκον ἔτʼ οὐλομένοιο γενέθλης
Τυφῶνος νήσοιο κατὰ πτύχας, ἥν τε Καλύδνην
λαοὶ ἐπικλείουσιν ἔσω ἁλὸς ἀντία Τροίης.
ἔνθεν ἀναστήσασα βίην καλέεσκε δρακόντων
ἐς Τροίην· οἱ δʼ αἶψα θεῆς ὕπο κινηθέντες
νῆσον ὅλην ἐτίναξαν· ἐπεσμαράγησε δὲ πόντος
νισσομένων, καὶ κῦμα διΐστατο· τοὶ δʼ ἐφέροντο
αἰνὸν λιχμώωντες· ἔφριξε δὲ κήτεα πόντου·
ἀμφὶ δʼ ἄρα στενάχοντο μέγα Ξάνθοιο θύγατρες
νύμφαι καὶ Σιμόεντος· ἀπʼ Οὐλύμποιο δὲ Κύπρις
ἄχνυτο· τοὶ δʼ ἄφαρ ἷξον ὅπῃ θεὸς ὀτρύνεσκε,
θήγοντες βλοσυρῇσι γενειάσι λοιγὸν ὀδόντων
δυστήνοις ἐπὶ παισί· κακὴ δʼ ἐπενίσσετο φύζα
Τρῶας, ὅτʼ εἰσενόησαν ἀνὰ πτόλιν αἰνὰ πέλωρα·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
