# τὰ μεθ᾿ Ὅμηρον 12.465-506

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 12, lines 12.465-12.506. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/12.465

οὐδέ τις αἰζηῶν οὐδʼ εἰ μένος ἄτρομος ἦεν
μεῖναι ἔτλη· πάντας γὰρ ἀμείλιχον ἄμφεχε δεῖμα
θῆρας ἀλευομένους, ὀδύνη δʼ ἔχεν· ἂν δὲ γυναῖκες
οἴμωζον· καί πού τις ἑῶν ἐπελήσατο τέκνων
αὐτὴ ἀλευομένη στυγερὸν μόρον· ἀμφὶ δὲ Τροίη
ἔστενʼ ἐπεσσυμένων· πολλοὶ δʼ ἄφαρ εἰς ἓν ἰόντες
γυῖα περιδρύφθησαν· ἐνεστείνοντο δʼ ἀγυιαῖς
ἀμφιπεριπτώσσοντες. ἔλειπτο δὲ μοῦνος ἄπωθεν
Λαοκόων ἅμα παισί· πέδησε γὰρ οὐλομένη Κὴρ
καὶ θεός. οἱ δέ οἱ υἷας ὑποτρομέοντας ὄλεθρον
ἀμφοτέρους ὀλοῇσιν ἀνηρείψαντο γένυσσι
πατρὶ φίλῳ ὀρέγοντας ἑὰς χέρας· οὐδʼ ὅ γʼ ἀμύνειν
ἔσθενεν· ἀμφὶ δὲ Τρῶες ἀπόπροθεν εἰσορόωντες
κλαῖον ὑπὸ κραδίῃσι τεθηπότες. οἱ δʼ ἄρʼ Ἀθήνης
προφρονέως τελέσαντες ἀπεχθέα Τρωσὶν ἐφετμὴν
ἄμφω ἀϊστώθησαν ὑπὸ χθόνα· τῶν δʼ ἔτι σῆμα
φαίνεθʼ, ὅπου κατέδυσαν ἐς ἱερὸν Ἀπόλλωνος·
Περγάμῳ ἐν ζαθέῃ. προπάροιθε δὲ Τρώιοι υἷες
παίδων Λαοκόωντος ἀμείλιχα δῃωθέντων
τεῦξαν ἅμʼ ἀγρόμενοι κενεὸν τάφον, ᾧ ἔπι δάκρυ
χεῦε πατὴρ ἀλαοῖσιν ὑπʼ ὄμμασιν· ἀμφὶ δὲ μήτηρ
πολλὰ κινυρομένη κενεῷ ἐπαΰτεε τύμβῳ
ἐλπομένη τι καὶ ἄλλο κακώτερον, ἔστενε δʼ ἄτην
ἀνέρος ἀφραδίῃς, μακάρων δʼ ὑπεδείδιε μῆνιν·
ὡς δʼ ὅτʼ ἐρημαίην περιμύρεται ἀμφὶ καλιὴν
πολλὰ μάλʼ ἀχνυμένη κατὰ δάσκιον ἄγκος ἀηδών,
ἧς ἔτι νήπια τέκνα, πάρος κελαδεινὸν ἀείδειν,
δάμναθʼ ὑπὸ γναθμοῖσι μένος βλοσυροῖο δράκοντος,
μητέρι δʼ ἄλγεα θῆκε, καὶ ἄσπετον ἀσχαλόωσα
μύρεται ἀμφὶ δόμον κενεὸν μάλα κεκληγυῖα·
ὣς ἥ γε στενάχιζε λυγρῷ τεκέων ἐπʼ ὀλέθρῳ
μυρομένη κενεῷ περὶ σήματι· σὺν δέ οἱ ἄλλο
πῆμα μάλʼ ἀργαλέον πόσιος πέλεν ἀμφʼ ἀλαοῖο.
καί ῥʼ ἡ μὲν φίλα τέκνα καὶ ἀνέρα κωκύεσκε
τοὺς μὲν ἀποφθιμένους τὸν δʼ ἄμμορον ἠελίοιο·
Τρῶες δʼ ἀθανάτοισιν ἐπεντύνοντο θυηλὰς
λείβοντες μέθυ λαρόν, ἐπεί σφισιν ἦτορ ἐώλπει
λευγαλέου πολέμοιο βαρὺ σθένος ἐξυπαλύξειν.
ἱερὰ δʼ οὐ καίοντο, πυρὸς δʼ ἐσβέννυτʼ ἀϋτμή,
ὄμβρου ὅπως καθύπερθε δυσηχέος ἐσσυμένοιο·
καπνὸς δʼ αἱματόεις ἀνεκήκιε· μηρὰ δὲ πάντα
πῖπτε χαμαὶ τρομέοντα· κατηρείποντο δὲ βωμοί·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
