# τὰ μεθ᾿ Ὅμηρον 13.127-167

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 13, lines 13.127-13.167. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/13.127

οἱ δʼ ὡς ἀφνειοῖο σύες κατὰ δώματʼ ἄνακτος
εἰλαπίνην λαοῖσιν ἀπείριτον ἐντύνοντος
μυρίοι ἐκτείνοντο· λυγρῷ δʼ ἀνεμίσγετο λύθρῳ
οἶνος ἔτʼ ἐν κρητῆρσι λελειμμένος· οὐδέ τις ἦεν,
ὅς κεν ἄνευθε φόνοιο φέρε στονόεντα σίδηρον,
οὐδʼ εἴ τις μαλʼ ἄναλκις ἔην· ὀλέκοντο δὲ Τρῶες.
ὡς δʼ ὑπὸ θώεσι μῆλα δαΐζεται ἠὲ λύκοισι
καύματος ἐσσυμένοιο δυσαέος ἤματι μέσσῳ
ποιμένος οὐ παρεόντος, ὅτε σκιερῷ ἐνὶ χώρῳ
ἰλαδὸν ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα
μίμνωσιν, κείνοιο γλάγος ποτὶ σῶμα φέροντος,
νηδύα πλησάμενοι πολυχανδέα πάντʼ ἐπιόντες
αἷμα μέλαν πίνουσιν, ἅπαν δʼ ὀλέκουσι μένοντες
πῶϋ, κακὴν δʼ ἄρα δαῖτα λυγρῷ τεύχουσι νομῆι·
ὣς Δαναοὶ Πριάμοιο κατὰ πτόλιν ἄλλον ἐπʼ ἄλλῳ
κτεῖνον ἐπεσσύμενοι πυμάτην ἀνὰ δηϊοτῆτα·
οὐδʼ ἄρʼ ἔην Τρώων τις ἀνούτατος, ἀλλʼ ἅμα πάντων
γναμπτὰ μέλη πεπάλακτο μελαινόμενʼ αἵματι πολλῷ.
οὐδὲ μὲν Ἀργείοισιν ἀνούτατος ἔπλετο δῆρις,
ἀλλʼ οἱ μὲν δεπάεσσι τετυμμένοι, οἱ δὲ τραπέζαις,
οἱ δʼ ἔτι καιομένοισιν ἐπʼ ἐσχαρεῶνι τυπέντες
δαλοῖς, οἱ δʼ ὀβελοῖσι πεπαρμένοι ἐκπνείεσκον,
οἷς ἔτι που καὶ σπλάγχνα συῶν περὶ θερμὰ λέλειπτο
Ἡφαίστου μαλεροῖο περιζείοντος ἀϋτμῇ·
ἄλλοι δʼ αὖ πελέκεσσι καὶ ἀξίνῃσι θοῇσιν
ἤσπαιρον δμηθέντες ἐν αἵματι· τῶν δʼ ἀπὸ χειρῶν
δάκτυλοι ἐτμήθησαν, ἐπὶ ξίφος εὖτε βάλοντο
χεῖρας ἐελδόμενοι στυγερὰς ἀπὸ Κῆρας ἀμύνειν·
καί πού τις βρεχμόν τε καὶ ἐγκέφαλον συνέχευε
λᾶα βαλὼν ἑτάροιο κατὰ μόθον· οἱ δʼ ἅτε θῆρες
οὐτάμενοι σταθμοῖς ἔνι ποιμένος ἀγραύλοιο
ἀργαλέως μαίνοντο διεγρομένοιο χόλοιο
νύχθʼ ὑπὸ λευγαλέην· μέγα δʼ ἰσχανόωντες Ἄρηος
ἀμφὶ δόμους Πριάμοιο κυδοίμεον ἄλλοθεν ἄλλον
σεύοντες, πολλοὶ δὲ καὶ ἐγχείῃσι δάμησαν
Ἀργείων· Τρῶες γὰρ ὅσοι φθάσαν ἐν μεγάροισιν
ἢ ξίφος ἢ δόρυ μακρὸν ἑῇς ἀνὰ χερσὶν ἀεῖραι,
δυσμενέας δάμναντο καὶ ὡς βεβαρηότες οἴνῳ.
αἴγλη δʼ ἄσπετος ὦρτο διʼ ἄστεος, οὕνεκʼ Ἀχαιῶν
πολλοὶ ἔχον χείρεσσι πυρὸς σέλας, ὄφρʼ ἀνὰ δῆριν
δυσμενέας τε φίλους τε μάλʼ ἀτρεκέως ὁρόωσι.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
