# τὰ μεθ᾿ Ὅμηρον 13.168-208

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 13, lines 13.168-13.208. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/13.168

καὶ τότε Τυδέος υἱὸς ἀνὰ μόθον ἀντιόωντα
αἰχμητῆρα Κόροιβον ἀγανοῦ Μύγδονος υἷα
ἐγχείῃ κοίλοιο διὰ στομάχοιο πέρησεν,
ᾗχι θοαὶ πόσιός τε καὶ εἴδατός εἰσι κέλευθοι.
καὶ τὸν μὲν περὶ δουρὶ μέλας ἐκιχήσατο πότμος·
κάππεσε δʼ ἐς μέλαν αἷμα καὶ ἄλλων ἔθνεα νεκρῶν,
νήπιος, οὐδʼ ἀπόνητο γάμων, ὧν οὕνεχʼ ἵκανε
χθιζὸς ὑπὸ Πριάμοιο πόλιν
καὶ ὑπέσχετʼ Ἀχαιοὺς
Ἰλίου ἂψ ὦσαι· τῷ δʼ οὐ θεὸς ἐξετέλεσσεν
ἐλπωρήν· κῆρες γὰρ ἐπιπροέηκαν ὄλεθρον.
σὐν δέ οἱ Εὐρυδάμαντα κατέκτανεν ἀντιόωντα
γαμβρὸν ἐϋμμελίην Ἀντήνορος, ὅς ῥα μάλιστα
θυμὸν ἐνὶ Τρώεσσι σαοφροσύνῃσι κέκαστο.
ἔνθα καὶ Ἰλιονῆι συνήντετο δημογέροντι,
καί οἱ ἔπι ξίφος αἰνὸν ἐρύσσατο· τοῦ δʼ ἄρα πάγχυ
γηραλέου κλάσθησαν ἄδην ἐπὶ σώματι γυῖα·
καί ῥα περιτρομέων ἅμα χείρεσιν ἀμφοτέρῃσι
τῇ μὲν ἄορ συνέδραξε θοόν, τῇ δʼ ἥψατο γούνων
ἀνδροφόνου ἥρωος· ὁ δʼ ἐς μόθον ἐσσύμενός περ
ἢ χόλου ἀμβολίῃ, ἢ καὶ θεοῦ ὀτρύνοντος,
βαιὸν ἀπέσχε γέροντος ἑὸν ξίφος, ὄφρα τι εἴπῃ
λισσόμενος θοὸν ἄνδρα καὶ ὄβριμον· ὃς δʼ ἀλεγεινὸν
ἴαχεν ἐσσυμένως· στυγερὸν δέ μιν ἄμφεχε δεῖμα·
γουνοῦμαί σʼ, ὅτις ἐσσὶ πολυσθενέων Ἀργείων,
αἴδεσαι ἀμφιπεσόντος ἐμὰς χέρας, ἀργαλέου τε
λῆγε χόλου· καὶ γάρ ῥα πέλει μακρὸν ἀνέρι κῦδος
ἄνδρα νέον κτείναντι καὶ ὄβριμον· ἢν δὲ γέροντα
κτείνῃς, οὔ νύ τοι αἶνος ἐφέψεται εἵνεκεν ἀλκῆς·
τοὔνεκʼ ἐμεῦ ἄπο νόσφιν ἐς αἰζηοὺς τρέπε χεῖρας
ἐλπόμενός ποτε γῆρας ὁμοίιον εἰσαφικέσθαι.
ὣς φάμενον προσέειπε κραταιοῦ Τυδέος υἱός·
ὦ γέρον, ἔλπομʼ ἔγωγʼ ἐσθλόν ποτὶ γῆρας ἱκέσθαι·
ἀλλά μοι ἕως ἔτι κάρτος ἀέξεται, οὔτινʼ ἐάσω
ἐχθρὸν ἐμῆς κεφαλῆς, ἀλλʼ Ἄϊδι πάντας ἰάψω,
οὕνεκʼ ἄρʼ ἐσθλὸς ἀνὴρ ὃς δήϊον ἄνδρʼ ἀπαμύνει.
ὣς εἰπὼν λαιμοῖο διήλασε λοίγιον ἆορ
δεινὸς ἀνήρ· ἴθυνε δʼ ὅπῃ θνητοῖς ἐπὶ πότμον
ψυχῆς εἰσι τάχιστα καὶ αἵματος αἰνὰ κέλευθα·
καὶ τὸν μὲν μόρος αἰνὸς ὑπέκλασε δῃωθέντα
Τυδείδαο χέρεσσιν. ὁ δʼ εἰσέτι Τρῶας ἐναίρων
ἔσσυτʼ ἀνὰ πτολίεθρον ἐῷ μέτα κάρτεϊ θύων·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
