# τὰ μεθ᾿ Ὅμηρον 13.209-249

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 13, lines 13.209-13.249. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/13.209

δάμνατο δʼ ἠῢν Ἄβαντα· βάλεν δʼ ὑπὸ δούρατι μακρῷ
υἷα Περιμνήστοιο περικλυτὸν Εὐρυκόωντα.
Αἴας δʼ Ἀμφιμέδοντα, Δαμαστορίδην δʼ Ἀγαμέμνων,
Ἰδομενεῦς δὲ Μίμαντα, Μέγης δʼ ἕλε Δηιοπίτην.
υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἀμαιμακέτῳ ὑπὸ δουρὶ
Πάμμονα δῖον ὄλεσσε, βάλεν δʼ ἐπιόντα Πολίτην,
ἀντίφονόν τʼ ἐπὶ τοῖσι κατέκτανε, τοὺς ἅμα πάντας
υἱῆας Πριάμοιο· καὶ ἀντιόωντʼ ἀνὰ δῆριν
δάμνατʼ Ἀγήνορα δῖον· ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν
ἡρώων· πάντῃ δὲ μέλας ἀνεφαίνετʼ ὄλεθρος
ὀλλυμένων· ὁ δὲ πατρός ἑοῦ καταειμένος ἀλκὴν
μαιμώων ἐδάϊζεν ὅσους κίχεν. ἐν δὲ καὶ αὐτῷ
δυσμενέων βασιλῆι κακὰ φρονέων ἐνέκυρσεν
ἑρκείου ποτὶ βωμόν· ὁ δʼ ὡς ἴδεν υἷʼ Ἀχιλῆος,
ἔγνω ἄφαρ τὸν ἐόντα καὶ οὐ τρέσεν, οὕνεκʼ ἄρʼ αὐτὸς
θυμὸν ἐέλδετο παισὶν ἐπὶ σφετέροισιν ὀλέσσαι·
τοὔνεκά μιν προσέειπε λιλαιόμενος θανέεσθαι·
ὦ τέκος ὀβριμόθυμον ἐϋπτολέμου Ἀχιλῆος,
κτεῖνον, μηδʼ ἐλέαιρε δυσάμμορον· οὐ γὰρ ἔγωγε
τοῖα παθὼν καὶ τόσσα λιλαίομαι εἰσοράασθαι
ἠελίοιο φάος πανδερκέος, ἀλλά που ἤδη
φθεῖσθαι ὁμῶς τεκέεσσι καὶ ἐκλελαθέσθαι ἀνίης
λευγαλέης, ὁμάδου τε δυσηχέος. ὡς ὄφελόν με
σεῖο πατὴρ κατέπεφνε, πρὶν αἰθομένην ἐσιδέσθαι
Ἴλιον, ὁππότʼ ἄποινα περὶ κταμένοιο φέρεσκον
Ἕκτορος, ὅν μοι ἔπεφνε πατὴρ τεός· ἀλλὰ τὸ μέν που
κῆρες ἐπεκλώσαντο· σὺ δʼ ἡμετέροιο φόνοιο
ἄασον ὄβριμον ἦτορ, ὅπως λελάθωμʼ ὀδυνάων.
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
ὧ γέρον, ἐμμεμαῶτα καὶ ἐσσύμενόν περ ἀνώγεις·
οὐ γάρ σʼ ἐχθρὸν ἐόντα μετὰ ζωοῖσιν ἐάσω·
οὐ γάρ τι ψυχῆς πέλει ἀνδράσι φίλτερον ἄλλο.
ὣς εἰπὼν· ἀπέκοψε κάρην πολιοῖο γέροντος
ῥηιδίως, ὡς εἴ τις ἀπὸ στάχυν ἀμήσηται
ληίου ἀζαλέοιο θέρευς εὐθαλπέος ὥρῃ.
ἡ δὲ μέγα μύζουσα κυλίνδετο πολλὸν ἐπʼ αἶαν
νόσφʼ ἄλλων μελέων, ὁπόσοις ἐγκίνυται ἀνήρ·
κεῖτο δʼ ἄρʼ ἐς μέλαν αἷμα καὶ εἰς ἑτέρων φόνον ἀνδρῶν
ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν·
οὐ γὰρ δὴν ἐπὶ κῦδος ἀέξεται ἀνθρώποτσιν,
ἀλλʼ ἄρα που καὶ ὄνειδος ἐπέσσυται ἀπροτίοπτον·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
