Ancient Greek
Book 13, lines 13.334-13.373
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 13.334-373
Not analysed yet
ἴσχεσθʼ Αἰνείαο κατʼ ἰφθίμοιο καρήνου
βάλλοντες στονόεντα βέλη καὶ λοίγια δοῦρα·
τὸν γὰρ θέσφατόν ἐστι θεῶν ἐρικυδέϊ βουλῇ
Θύμβριν ἐπʼ εὐρυρέεθρον ἀπὸ Ξάνθοιο μολόντα
τευξέμεν ἱερὸν ἄστυ καὶ ἐσσομένοισιν ἀγητὸν
ἀνθρώποις, αὐτὸν δὲ πολυσπερέεσσι βροτοῖσι
κοιρανέειν· ἐκ τοῦ δὲ γένος μετόπισθεν ἀνάξειν
ἄχρις ἐπʼ ἀντολίην τε καὶ ἀκαμάτου δύσιν ἠοῦς·
καὶ δʼ αὐτῷ θέμις ἐστὶ μετέμμεναι ἀθανάτοισιν,
οὕνεκα δὴ πάϊς ἐστὶν ἐϋπλοκάμου Ἀφροδίτης,
καὶ δʼ ἄλλως τοῦδʼ ἀνδρὸς ἑὰς ἀπεχώμεθα χεῖρας,
οὕνεκα καὶ χρυσοῖο καὶ ἄλλʼ ὅσα οἱ κτέατʼ ἐστίν,
ἄνδρʼ ἃ σαοῖ φεύγοντα καὶ ἀλλοδαπὴν ἐπὶ γαῖαν,
τῶν πάντων προβέβουλεν ἑὸν πατέρʼ ἠδὲ καὶ υἷα·
νὺξ δὲ μίʼ ἧμιν ἔφηνε καὶ υἱέα πατρὶ γέροντι
ἤπιον ἐκπάγλως καὶ ἀμεμφέα παιδὶ τοκῆα.
ὣς φάτο· τοὶ δʼ ἐπίθοντο καὶ ὡς θεὸν εἰσοράασκον
πάντες· ὁ δʼ ἐσσυμένως ἐξ ἄστεος οἷο βεβήκει,
ᾗχί ἑ ποιπνύοντα πόδες φέρον· οἱ δʼ ἔτι Τροίης
Ἀργεῖοι πτολίεθρον ἐϋκτίμενον διέπερθον.
καὶ τότε δὴ Μενέλαος ὑπὸ ξίφεϊ στονόεντι
Δηίφοβον κατέπεφνε καρηβαρέοντα κιχήσας
ἀμφʼ Ἑλένης λεχέεσσι δυσάμμορον· ἡ δʼ ὑπὸ φύζῃ
κεύθετʼ ἐνὶ μεγάροισιν· ὁ δʼ αἵματος ἐκχυμένοιο
γήθεεν ἀμφὶ φόνῳ· τοῖον δʼ ἐπὶ μῦθον ἔειπεν·
ὦ κύον, ὥς τοι ἔγωγε φόνον στονόεντʼ ἐφέηκα
σήμερον· οὐδέ σε δῖα κιχήσεται Ἠριγένεια
ζωὸν ἔτʼ ἐν Τρώεσσι, καὶ εἰ Διὸς εὔχεαι εἶναι
γαμβρὸς ἐρισμαράγοιο· μέλας δέ σε δέξατʼ ὄλεθρος
ἡμετέρης ἀλόχοιο παρὰ μεγάροισι δαρέντα
ἀργαλέως· ὡς εἴθε καὶ οὐλομένοιο πάροιθε
θυμὸν Ἀλεξάνδροιο κατὰ μόθον ἀντιόωντος
νοσφισάμην· καί κέν μοι ἐλαφρότερον πέλεν ἄλγος·
ἀλλʼ ὁ μὲν ἤδη ἵκανεν ὑπὸ ζόφον ὀκρυόεντα
τίσας αἴσιμα πάντα· σὲ δʼ οὐκ ἄρα μέλλεν ὀνήσειν
ἡμετέρη παράκοιτις, ἐπεὶ Θέμιν οὔποτʼ ἀλιτροὶ
ἀνέρες ἐξαλέονται ἀκήρατον, οὕνεκʼ ἄρʼ αὐτοὺς
εἰσοράᾳ νυκτός τε καὶ ἤματος, ἀμφὶ δὲ πάντῃ
ἀνθρώπων ἐπὶ φῦλα διηερίη πεπότηται
τινυμένη σὺν Ζηνὶ κακῶν ἐπιίστορας ἔργων.