# τὰ μεθ᾿ Ὅμηρον 13.374-414

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 13, lines 13.374-13.414. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/13.374

ὣς εἰπὼν δηΐοισιν ἀνηλέα τεῦχεν ὄλεθρον·
μαίνετο γάρ οἱ θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἀέξων
ζηλήμων· καὶ πολλὰ περὶ φρεσὶ θαρσαλέῃσι
Τρωσὶ κακὰ φρονέεσκε, τὰ δὴ θεὸς ἐξετέλεσσε
πρέσβα Δίκη· κεῖνοι γὰρ ἀτάσθαλα πρῶτοι ἔρεξαν
ἀμφʼ Ἑλένης, πρῶτοι δὲ καὶ ὅρκια πημήναντο,
σχέτλιοι, ὁππότε κεῖνο διὲκ μέλαν αἷμα καὶ ἱρὰ
ἀθανάτων πατέοντο παραιβασίῃσι νόοιο·
τῷ καί σφιν μετόπισθεν Ἐριννύες ἄλγεα τεῦχον·
τοὔνεκʼ ἄρʼ οἱ μὲν ὄλοντο πρὸ τείχεος, οἱ δʼ ἀνὰ ἄστυ
τερπόμενοι παρὰ δαιτὶ καὶ ἠϋκόμοις ἀλόχοισιν.
ὀψὲ δὲ δὴ Μενέλαος ἐνὶ μυχάτοισι δόμοιο
εὗρεν ἑὴν παράκοιτιν ὑποτρομέουσαν ὁμοκλὴν
ἀνδρὸς κουριδίοιο θρασύφρονος, ὅς μιν ἀθρήσας
ὥρμηνε κτανέειν ζηλημοσύνῃσι νόοιο,
εἰ μή οἱ κατέρυξε βίην ἐρόεσσʼ Ἀφροδίτη,
ἥ ῥά οἱ ἐκ χειρῶν ἔβαλε ξίφος, ἔσχε δʼ ἐρωήν·
τοῦ γὰρ ζῆλον ἐρεμνὸν ἀπώσατο, καί οἱ ἔνερθεν
ἡδὺν ὑφʼ ἵμερον ὦρσε κατὰ φρενὸς ἠδὲ ὄσσων.
τῷ δʼ ἄρα θάμβος ἄελπτον ἐπήλυθεν· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
κάλλος ἰδὼν ἀρίδηλον ἐπὶ ξίφος αὐχένι κῦρσαι,
ἀλλʼ ὥστε ξύλον αὖον ἐν οὔρεϊ ὑλήεντι
εἱστήκει, τὸ μὲν οὔτε θοαὶ βορέαο θύελλαι
ἐσσύμεναι κλονέουσι διʼ ἠέρος οὔτε νότοιο·
ὣς ὁ ταφὼν μένε δηρόν· ὑπεκλάσθη δέ οἱ ἀλκὴ
δερκομένου παράκοιτιν· ἄφαρ δʼ ὅ γε λήσατο πάντων,
ὅσσα οἱ ἐν λεχέεσσι παρήλιτε κουριδίοισι·
πάντα γὰρ ἠμάλδυνε θεὴ Κύπρις, ἥ περ ἁπάντων
ἀθανάτων δάμνησι νόον θνητῶν τʼ ἀνθρώπων.
ἀλλὰ καὶ ὣς θοὸν ἆορ ἀπὸ χθονὸς αὖθις ἀείρας
κουριδίῃ ἐπόρουσε· νόος δέ οἱ ἄλλʼ ἐνὶ θυμῷ
ὡρμᾶτʼ ἐσσυμένοιο· δόλῳ δʼ ἄρα θέλγεν Ἀχαιούς.
καὶ τότε μιν κατέρυξεν ἀδελφεὸς ἱέμενόν περ
μειλιχίοις μάλα πολλὰ παραυδήσας ἐπέεσσι·
δείδιε γὰρ μή δή σφιν ἐτώσια πάντα γένηται·
ἴσχεο νῦν, Μενέλαε, χολούμενος· οὐ γὰρ ἔοικε
κουριδίην παράκοιτιν ἐναιρέμεν, ἧς πέρι πολλὰ
ἄλγἐ ἀνέτλημεν Πριάμῳ κακὰ μητιόωντες·
οὐ γάρ τοι Ἑλένη πέλει αἰτίη, ὡς σύ γʼ ἔολπας,
ἀλλὰ Πάρις ξενίοιο Διὸς καὶ σεῖο τραπέζης
λησάμενος· τῷ καί μιν ἐν ἄλγεσι τίσατο δαίμων.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
