# τὰ μεθ᾿ Ὅμηρον 13.84-126

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 13, lines 13.84-13.126. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/13.84

ἐν δὲ καὶ αὐτοὶ Τρωσὶ κακὰ φρονέοντες ὄρουσαν·
μαίνετο δʼ ἐν μέσσοισιν Ἄρης στονόεσσα τʼ Ἐνυώ·
πάντῃ δʼ αἷμα κελαινὸν ὑπέρρεε, δεύετο δὲ χθὼν
Τρώων τʼ ὀλλυμένων ἠδʼ ἀλλοδαπῶν ἐπικούρων.
τῶν οἱ μὲν θανάτῳ δεδμημένοι ὀκρυόεντι
κεῖντο κατὰ πτολίεθρον ἐν αἵματι· τοὶ δʼ ἐφύπερθε
πῖπτον ἀποπνείοντες ἑὸν μένος· οἱ δʼ ἄρα χερσὶ
δράγδην ἔγκατʼ ἔχοντες ὀϊζυρῶς ἀλάληντο
ἀμφὶ δόμους· ἄλλοι δὲ ποδῶν ἑκάτερθε κοπέντων
ἀμφὶ νεκροὺς εἵρπυζον ἀάσπετα κωκύοντες·
πολλῶν δʼ ἐν κονίῃσι μαχέσσασθαι μεμαώτων
χεῖρες ἀπηράχθησαν ὁμῶς κεφαλῇσι καὶ αὐτῇς·
φευγόντων δʼ ἑτέρων μελίαι διὰ νῶτα πέρησαν
ἄντικρυς ἐς μαζούς, τῶν δʼ ἰξύας ἄχρις ἱκέσθαι
αἰδοίων ἐφύπερθε διαμπερές, ᾗχι μάλιστα
Ἄρεος ἀκαμάτοιο πέλει πολυώδυνος αἰχμή.
πάντῃ δʼ ἀμφὶ πόληα κυνῶν ἀλεγεινὸς ὀρώρει
ὠρυθμός· στοναχὴ δὲ δαϊκταμένων αἰζηῶν
ἔπλετο λευγαλέη· περὶ δʼ ἴαχε πάντα μέλαθρα
ἄσπετον· οἰμωγὴ δὲ πέλε στονόεσσα γυναικῶν
εἰδομένων γεράνοισιν, ὅτʼ αἰετὸν ἀθρήσωσιν
ὑψόθεν ἀΐσσοντα διʼ αἰθέρος, οὐδʼ ἄρα τῇσι
θαρσαλέον στέρνοισι πέλει μένος, ἀλλά ἑ μοῦνον
μακρὸν ἀνατρύζουσι φοβεύμεναι ἱερὸν ὄρνιν·
ὣς ἄρα Τρωιάδες μέγα κώκυον ἄλλοθεν ἄλλαι,
αἱ μὲν ἀνεγρόμεναι λέχεων ἄπο, ταὶ δʼ ἐπὶ γαῖαν
θρῴσκουσαι· τῇς δʼ οὔτι μίτρης ἔτι μέμβλετο λυγρῇς,
ἀλλʼ αὕτως ἀλάληντο περὶ μελέεσσι χιτῶνα
μοῦνον ἐφεσσάμεναι· ταὶ δʼ οὐ φθάσαν οὔτε καλύπτρην
οὔτε βαθὺν μελέεσσιν ἑλεῖν πέπλον, ἀλλʼ ἐπιόντας
δυσμενέας τρομέουσαι ἀμηχανίῃ πεπέδηντο
παλλόμεναι κραδίην, μοῦνον δʼ ἄρα χερσὶ θοῇσιν
αἰδῶ ἀπεκρύψαντο δυσάμμοροι· αἱ δʼ ἀλεγεινῶς
ἐκ κεφαλῆς τίλλοντο κόμην καὶ στήθεα χερσὶ
θεινόμεναι γοάασκον ἄδην· ἕτεραι δὲ κυδοιμὸν
δυσμενέων ἔτλησαν ἐναντίον, ἐκ δʼ ἐλάθοντο
δείματος, ὀλλυμένοισιν ἀρηγέμεναι μεμαυῖαι
ἀνδράσιν ἢ τεκέεσσιν, ἐπεὶ μέγα θάρσος ἀνάγκη
ὤπασεν. οἰμωγὴ δʼ ἀταλάφρονας ἔκβαλεν ὕπνου
νηπιάχους, τῶν οὔπω ἐπίστατο κήδεα θυμός·
ἄλλοι δʼ ἀμφʼ ἄλλοισιν ἀπέπνεον· οἱ δʼ ἐπέχυντο
πότμον ὁμῶς ὁρόωντες ὀνείρασιν· ἀμφὶ δὲ λυγραὶ
κῆρες ὀϊζυρῶς ἐπεγήθεον ἀλλυμένοισιν.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
