# τὰ μεθ᾿ Ὅμηρον 14.141-182

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 14, lines 14.141-14.182. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/14.141

πέρσαντες δαίνυντο κακῶν ἀπὸ νόσφι κυδοιμῶν.
ἄλλα δʼ ἄρʼ ἄλλος ἄειδεν, ὅ τι φρεσὶν ᾗσι μενοίνα.
ἀλλʼ ὅτε δαινυμένοισι μέσον περιτέλλετο νυκτός,
δὴ τότε που δόρποιο καὶ ἀκρήτοιο πότοιο
παυσάμενοι πάντες λαθικηδέα κοῖτον ἕλοντο·
χθιζὸν γὰρ καμάτοιο μένος κατεδάμνατο πάντας·
τῷ καὶ παννύχιοι λελιημένοι εἰλαπινάζειν
παύσανθʼ, οὕνεκεν ὕπνος ἄδην ἀέκοντας ἔρυκεν·
ἄλλῃ δʼ ἄλλος ἴαυεν· ὁ δʼ ἐν κλισίῃσιν ἑῇσιν
Ἀτρείδης ὀάριζε μετʼ ἠϋκόμοιο γυναικός·
οὐ γάρ πω κείνοισιν ἐπʼ ὄμμασιν ὕπνος ἔπιπτεν,
ἀλλὰ Κύπρις πεπόνητο περὶ φρένας, ὄφρα παλαιοῦ
λέκτρου ἐπιμνήσωνται, ἄχος δʼ ἀπὸ νόσφι βάλωνται.
πρώτη δʼ αὖθʼ Ἑλένη τοῖον ποτὶ μῦθον ἔειπε·
μή νύ μοι, ὦ Μενέλαε, χόλον ποτιβάλλεο θυμῷ·
οὐ γὰρ ἐγὼν ἐθέλουσα λίπον σέο δῶμα καὶ εὐνήν,
ἀλλά μʼ Ἀλεξάνδροιο βίη καὶ Τρώιοι υἷες
σεῦ ἀπὸ νόσφιν ἐόντος ἀνηρείψαντο κιόντες,
καί μʼ ἄμοτον μεμαυῖαν ὀϊζυρῶς ἀπολέσθαι
ἢ βρόχῳ ἀργαλέῳ ἢ καὶ ξίφεϊ στονόεντι
εἶργον ἐνὶ μεγάροισι παρηγορέοντες ἔπεσσι
σεῦ ἕνεκʼ ἀχνυμένην καὶ τηλυγέτοιο θυγατρός·
τῆς νύ σε πρός τε γάμου πολυγηθέος ἠδὲ σεῦ αὐτοῦ
λίσσομαι, ἀμφʼ ἐμέθεν στυγερῆς λελαθέσθαι ἀνίης.
ὣς φαμένην προσέειπε πύκα φρονέων Μενέλαος·
μηκέτι νῦν μέμνησʼ, ἀλλʼ ἰσχέμεν ἄλγεα θυμῷ·
ἀλλὰ τὰ μέν που πάντα μέλας δόμος ἐντὸς ἐέργοι
λήθης· οὐ γὰρ ἔοικε κακῶν μεμνῆσθαι ἔτʼ ἔργων.
ὣς φάτο· τὴν δʼ ἕλε χάρμα, δέος δʼ ἐξέσσυτο θυμοῦ·
ἔλπετο γὰρ παύσασθαι ἀνιηροῖο χόλοιο
ὃν πόσιν· ἀμφὶ δέ μιν βάλε πήχεε· καί σφιν ἅμʼ ἄμφω
δάκρυ κατὰ βλεφάροιιν ἐλείβετο ἡδὺ γοώντων.
ἀσπασίως δʼ ἀρα τώ γε παρʼ ἀλλήλοισι κλιθέντε
σφωιτέρου κατὰ θυμὸν ἀνεμνήσαντο γάμοιο·
ὡς δʼ ὅτε που κισσός τε καὶ ἡμερὶς ἀμφιβάλωνται
ἀλλήλους περὶ πρέμνα, τὰ δʼ οὔποτε ἲς ἀνέμοιο
σφῶν ἄπο νόσφι βαλέσθαι ἐπισθένει· ὣς ἄρα τώ γε
ἀλλήλοις συνέχοντο λιλαιόμενοι φιλότητος.
ἀλλʼ ὅτε δὴ καὶ τοῖσιν ἐπήλυθεν ὕπνος ἀπήμων,
δὴ τότʼ Ἀχιλλῆος κρατερὸν κῆρ ἰσοθέοιο
ἔστη ὑπὲρ κεφαλῆς οὗ νἱέος, οἷος ἔην περ
ζωὸς ἐών, ὅτε Τρωσὶν ἄχος πέλε, χάρμα δʼ Ἀχαιοῖς.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
