# τὰ μεθ᾿ Ὅμηρον 14.308-351

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 14, lines 14.308-14.351. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/14.308

κλῦθι, πάτερ, σέο παιδὸς ἐπευχομένοιο καὶ ἄλλων
Ἀργείων, μηδʼ ἧμιν ἔτʼ ἀργαλέως χαλέπαινε·
ἤδη γάρ τοι πάντα τελέσσομεν, ὅσσα μενοινᾷς
σῇσιν ἐνὶ πραπίδεσσι· σὺ δʼ ἵλαος ἄμμι γένοιο
τεύξας εὐχομένοισι θοῶς θυμηδέα νόστον.
ὣς εἰπὼν κούρης διὰ λοίγιον ἤλασεν ἆορ
λευκανίης· τὴν δʼ αἶψα λίπεν πολυήρατος αἰὼν
οἰκτρὸν ἀνοιμώξασαν ἐφʼ ὑστατίῃ βιότοιο·
καί ῥʼ ἡ μὲν πρηνὴς χαμάδις πέσε· τῆς δʼ ὑπὸ δειρῇ
φοινίχθη περὶ πάντα, χιὼν ὥς, ἥ τʼ ἐν ὄρεσσιν
ἥ συὸς ἢ ἄρκτοιο κατουταμένης ὑπʼ ἄκοντι
αἵματι πορφυρόεντι θοῶς ἐρυθαίνεθʼ ὕπερθεν.
Ἀργεῖοι δέ μιν αἶψα δόσαν ποτὶ ἄστυ φέρεσθαι
ἐς δόμον ἀντιθέου Ἀντήνορος, οὕνεκʼ ἄρʼ αὐτὴν
κεῖνος ἐνῖ Τρώεσσιν ἑῷ πάρος υἱέϊ δίῳ
Εὐρυμάχῳ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἄκοιτιν.
ὃς δʼ ἐπεὶ οὖν τάρχυσε κλυτὴν Πριάμοιο θύγατρα
ἐγγὺς ἑοῖο δόμοιο, παραὶ Γανυμήδεος ἱρῷ
σήματι καὶ νηοῖο καταντίον Ἀτρυτώνης,
δὴ τότε παύσατο κῦμα, κατευνήθη δὲ θύελλα
σμερδαλέη, καὶ χεῦμα κατεπρήϋνε γαλήνη.
οἱ δὲ θοῶς ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες
μέλποντες μακάρων ἱερὸν γένος ἠδʼ Ἀχιλῆα.
αἶψα δὲ δαῖτʼ ἐπάσαντο βοῶν ἀπὸ μῆρα ταμόντες
ἀθανάτοις· ἐρατὴ δὲ θυηπολίη πέλε πάντῃ·
οἱ δέ που ἀργυρέοισι καὶ ἐν χρυσέοισι κυπέλλοις
πῖνον ἀφυσσάμενοι λαρὸν μέθυ· γήθεε δέ σφι
θυμὸς ἐελδομένων σφετέρην ἐπὶ γαῖαν ἱκέσθαι.
ἀλλʼ ἄτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
δὴ τότε Νηλέος υἱὸς ἐελδομένοισιν ἔειπεν·
κλῦτε, φίλοι, πολέμοιο μακρὴν προφυγόντες ὁμοκλήν,
ὄφρα λιλαιομένοισιν ἔπος θυμῆρες ἐνίσπω·
ἤδη γὰρ νόστοιο πέλει θυμηδέος ὥρη·
ἀλλʼ ἴομεν· δὴ γάρ που Ἀχιλλέος ὄβριμον ἦτορ
παύσατʼ ὀϊζυροῖο χόλου· κατέρυξε δὲ κῦμα
ὄβριμον Ἐννοσίγαιος· ἐπιπνείουσι δʼ ἀῆται
μείλιχοι· οὐδʼ ἔτι κῦμα κορύσσεται ἀλλʼ ἄγε νῆας
εἰς ἁλὸς οἶδμʼ ἐρύσαντες ἀναμνησώμεθα νόστου.
ὣς φάτʼ ἐελδομένοις· οἱ δʼ ἐς πλόον ἐντύνοντο.
ἔνθα τέρας θηητὸν ἐπιχθονίοισι φαάνθη,
οὕνεκα δὴ Πριάμοιο δάμαρ πολυδακρύτοιο
ἐκ βροτοῦ ἀλγινόεσσα κύων γένετʼ· ἀμφὶ δὲ λαοὶ
θάμβεον ἀγρόμενοι· τῆς δʼ ἅψεα λάϊνα πάντα
θῆκε θεός, μέγα θαῦμα καὶ ἐσσομένοισι βροτοῖσι·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
