# τὰ μεθ᾿ Ὅμηρον 14.352-394

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 14, lines 14.352-14.394. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/14.352

καὶ τὴν μὲν Κάλχαντος ὑπʼ ἐννεσίῃσιν Ἀχαιοὶ
νηὸς ἐπʼ ὠκυπόροιο πέραν θέσαν Ἑλλησπόντου.
καρπαλίμως δʼ ἄρα νῆας ἔσω ἁλὸς εἰρύσσαντες
κτήματα πάντʼ ἐβάλονθʼ, ὁπόσʼ Ἴλιον εἰσανιόντες
ληΐσσαντο πάροιθε περικτίονας δαμάσαντες,
ἠδʼ ὁπόσʼ ἐξ αὐτῆς ἄγον Ἰλίου, οἷσι μάλιστα
γήθεον, οὕνεκʼ ἕσαν μάλα μυρία· τοῖς δʼ ἅμα πολλαὶ
ληιάδες συνέποντο μάλʼ ἀχνύμεναι κατὰ θυμόν·
αὐτοὶ δʼ ἐντὸς ἵκοντο νεῶν. ἀλλʼ οὔ σφισι Κάλχας
ἕσπετʼ ἐπειγομένοισιν ἔσω ἁλός, ἀλλὰ καὶ ἄλλους
Ἀργείους κατέρυκε· Καφηρίσι γὰρ περὶ πέτρῃς
δείδιεν αἰνὸν ὄλεθρον ἐπεσσύμενον Δαναοῖσιν.
οἱ δέ οἱ οὔτι πίθοντο· παρήπαφε γὰρ νόον ἀνδρῶν
αἶσα κακή· μοῦνος δὲ θεοπροπίας εὖ εἰδὼς
Ἀμφίλοχος, θοὸς υἱὸς ἀμύμονος Ἀμφιαράου,
μίμνεν ὁμῶς Κάλχαντι περίφρονι· τοῖσι γὰρ ἦεν
αἴσιμον ἀμφοτέροισιν ἑῆς ἀπὸ τηλόθι γαίης
Παμφύλων Κιλίκων τε ποτὶ πτολίεθρα νέεσθαι.
ἀλλὰ τὰ μὲν μετόπισθε θεοὶ θέσαν· αὐτὰρ Ἀχαιοὶ
νηῶν πείσματʼ ἔλυσαν ἀπὸ χθονὸς ἠδὲ καὶ εὐνὰς
ἐσσυμένως ἀνάειραν· ἐπίαχε δʼ Ἑλλήσποντος
σπερχομένων· νῆες δὲ περικλύζοντο θαλάσσῃ·
ἀμφὶ δʼ ἄρα σφίσι πολλὰ περὶ πρώρῃσιν ἔκειντο
ἔντἐ ἀποκταμένων· καθύπερθε δὲ σήματα νίκης
μυρίʼ ἀπῃώρηντο· κατεστέψαντο δὲ νῆας
καὶ κεφαλὶς καὶ δοῦρα καὶ ἀσπίδας, οἷσι μάχοντο
ἀντία δυσμενέων· ἀπὸ δὲ πρώρηθεν ἄνακτες
εἰς ἅλα κυανέην λεῖβον μέθυ πολλὰ θεοῖσιν
εὐχόμενοι μακάρεσσιν ἀκηδέα νόστον ὀπάσσαι·
εὐχωλαὶ δʼ ἀνέμοισι μίγεν καὶ ἀπόπροθι νηῶν
μαψιδίως νεφέεσσι καὶ ἠέρι συμφορέοντο.
αἱ δʼ ἄρα παπταίνεσκον ἐς Ἴλιον ἀχνύμεναι κῆρ
ληιάδες· καὶ πολλὰ κινυρόμεναι γοάασκον
κρύβδην Ἀργείων μέγʼ ἐνὶ φρεσὶ πένθος ἔχουσαι·
καί ῥʼ αἱ μὲν περὶ γούνατʼ ἔχον χέρας· αἱ δὲ μέτωπα
χερσὶν ἐπηρείδοντο δυσάμμορι· αἱ δʼ ἄρα τέκνα
ἄμφεχον ἀγκοίνῃσι· τὰ δʼ οὔπω δούλιον ἦμαρ
ἔστενον οὐδὲ πάτρης ἐπὶ πήμασιν, ἀλλʼ ἐπὶ μαζῷ
θυμὸν ἔχον· κηδέων γὰρ ἀπόπροθι νήπιον ἦτορ.
πάσῃσιν δʼ ἑλέλυντο κόμαι καὶ στήθεα λυγρὰ
ἀμφʼ ὀνύχεσσι δέδρυπτο· παρειῇσιν δʼ ἔπι δάκρυ
αὐαλέον περίκειτο, κατείβετο δʼ ἄλλʼ ἐφύπερθε
πυκνὸν ἀπὸ βλεφάρων· δέρκοντο δὲ τλήμονα πάτρην
αἰθομένην ἔτι πάγχυ, πολὺν δʼ ἀνὰ καπνὸν ἰόντα·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
