Ancient Greek
Book 14, lines 14.395-14.439
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 14.395-439
Not analysed yet
ἀμφὶ δὲ Κασσάνδρην περικυδέα παπταίνουσαι
πᾶσαί μιν θηεῦντο θεοπροπίης ἀλεγεινῆς
μνωόμεναι· ἡ δέ σφιν ἐπεγγελάασκε γοώσαις,
καίπερ ἀκηχεμένη στυγεροῖς ἐπὶ πήμασι πάτρης.
Τρώων δʼ ὅσσοι ἄλυξαν ἀνηλέος ἐκ πολέμοιο,
ἀγρόμενοι κατὰ ἄστυ περὶ νέκυας πονέοντο
θαπτέμεναι μεμαῶτες· ἄγεν δʼ ἀλεγεινὸν ἐς ἔργον
Ἀντήνωρ· αὐτὴν δὲ πυρὴν πολέεσσι τίθεντο.
Ἀργεῖοι δʼ ἄλληκτον ἐνὶ φρεσὶ καγχαλόωντες
ἄλλοτε μὲν κώπῃσι διέπρησσον μέλαν ὕδωρ,
ἄλλοτε δʼ ἱστία νηυσὶ μεμαότες ἐντύνοντο
ἐσσυμένως· ὀπίσω δὲ θοῶς ἀπελείπετο πᾶσα
Δαρδανίη καὶ τύμβος Ἀχιλλέος· οἱ δʼ ἀνὰ θυμὸν
καίπερ ἰαινόμενοι κταμένων μνησθέντες ἑνὰ θυμὸν
ἀργαλέως ἀκάχοντο καὶ ἀλλοδαπῶν ἐπὶ γαῖαν
ὄσσε βάλον. ἡ δέ σφιν ἐφαίνετο τηλόθι νηῶν
χαζομένη· τοὶ δʼ αἶψα παρʼ ἀγχιάλοιο φέροντο
ῥηγμῖνας Τενέδοιο· παρημείβοντο δὲ Χρῦσαν
καὶ Φοίβου Σμινθῆος ἕδος ζαθέοιό τε Κίλλης·
Λέσβος δʼ ἠνεμόεσσʼ ἀνεφαίνετο· κάμπτετο δʼ ἄκρη
ἐσσυμένως Λεκτοῖο, τόθι ῥίον ὕστατον Ἴδης.
λαίφεα δὲ πρησθέντα περίαχεν· ἀμφὶ δὲ πρώραις
ἔβραχεν οἶδμα κελαινόν· ἐπεσκιόωντο δὲ μακρὰ
κύματα· λευκαίνοντο δʼ ὑπὲρ πόντοιο κέλευθοι.
καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδας
πάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρα σφι
κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη·
καί ῥʼ ὁπότʼ Εὐβοίης σχεδὸν ἤλυθον ἠνεμοέσσης,
δὴ τότε μητιόωσα βαρὺν καὶ ἀνηλέα πότμον
ἀμφὶ Λοκρῶν βασιλῆι καὶ ἄσχετον ἀσχαλόωσα
Ζηνὶ θεῶν μεδέοντι παρισταμένη φάτο μῦθον
ἀθανάτων ἀπάνευθε· χόλον δέ οἱ οὐ χάδε θυμός·
Ζεῦ πάτερ, οὐκέτʼ ἀνεκτὰ θεοῖς ἐπιμηχανόωνται
ἀνέρες, οὐκ ἀλέγοντες ἀνὰ φρένας οὔτε σεῦ αὐτοῦ
οὔτʼ ἄλλων μακάρων, ἐπεὶ ἦ τίσις οὐκέτʼ ὀπηδεῖ
ἀνδράσι λευγαλέοισι, κακοῦ δʼ ἄρα πλλάκις ἐσθλὸς
συμφέρετʼ ἄλγεσι μᾶλλον, ἔχει δʼ ἄλληκτον ὀϊζύν·
τοὔνεκʼ ἄρʼ οὔτε δίκην τις ἔθʼ ἅζεται, οὐδέ τις αἰδὼς
ἔστι παρʼ ἀνθρώποισιν· ἔγωγε μὲν οὔτʼ ἐν Ὀλύμπῳ
ἔσσομαι, οὔτʼ ἔτι σεῖο κεκλήσομαι, εἰ μὴ Ἀχαιῶν
τίσομʼ ἀτασθαλίην, ἐπεὶ ἦ νύ μοι ἔνδοθι νηοῦ
υἱὸς Ὀϊλῆος μέγʼ ἐνήλιτεν, οὐδʼ ἐλέαιρε
Κασσάνδρην ὀρέγουσαν ἀκηδέας εἰς ἐμὲ χεῖρας
πολλάκις, οὐδʼ ὅ γʼ ἔδεισεν ἐμὸν μένος, οὐδέ τι θυμῷ
ᾐδέσατʼ ἀθανάτην, ἀλλʼ ἄσχετον ἔργον ἔρεξε.