# τὰ μεθ᾿ Ὅμηρον 14.440-484

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 14, lines 14.440-14.484. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/14.440

τῷ νύ μοι ἀμβροσίῃσι περὶ φρεσὶ μή τι μεγήρῃς
ῥέξαι, ὅπως μοι θυμὸς ἐέλδεται, ὄφρα καὶ ἄλλοι
αἰζηοὶ τρομέωσι θεῶν ἀρίδηλον ὁμοκλήν.
ὣς φαμένην προσέειπε πατὴρ ἀγανοῖς ἐπέεσσιν·
ὦ τέκος, οὔτι ἔγωγʼ ἀνθίσταμαι εἵνεκʼ Ἀχαιῶν,
ἀλλὰ καὶ ἔντεα πάντα, τά μοι πάρος ἦρα φέροντες
χερσὶν ὑπʼ ἀκαμάτῃσιν ἐτεκτήναντο Κύκλωπες
δώσω ἐέλδομένῃ· σὺ δὲ σῷ κρατερόφρονι θυμῷ
αὐτὴ χεῖμʼ ἀλεγεινὸν ἐπʼ Ἀργείοισιν ὄρινον.
ὣς εἰπὼν στεροπήν τε θοὴν ὀλοόν τε κεραυνὸν
καὶ βροντὴν στονόεσσαν ἀταρβέος ἀγχόθι κούρης
θήκατο· τῆς δʼ ἄρα θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἰάνθη.
αὐτίκα δʼ αἰγίδα θοῦριν ἐδύσατο παμφανόωσαν,
ἄρρηκτον βριαρήν τε καὶ ἀθανάτοισιν ἀγητήν·
ἐν γάρ οἱ πεπόνητο κάρη βλοσυροῖο Μεδούσης
σμερδαλέον· κρατεροὶ δὲ καὶ ἀκαμάτου πυρὸς ὁρμὴν
λάβρον ἀποπνείοντες ἔσαν καθύπερθε δράκοντες·
ἔβραχε δʼ αἰγὶς ἅπασα περὶ στήθεσσιν ἀνάσσης,
οἷον ὅτε στεροπῇσιν ἐπιβρέμει ἄσπετος αἰθήρ.
λάζετο δʼ ἔντεα πατρός, ἅπερ θεὸς οὔτις ἀείρει
νόσφι Διὸς μεγάλοιο· τίναξε δὲ μακρὸν Ὄλυμπον·
σὺν δʼ ἔχεεν νεφέλας τε καὶ ἠέρα πᾶσαν ὕπερθε·
νὺξ δʼ ἐχύθη περὶ γαῖαν, ἐπήχλυσεν δὲ θάλασσα·
Ζεὺς δὲ μέγʼ εἰσορόων ἐπετέρπετο· κίνυτο δʼ εὐρὺς
οὐρανὸς ἀμφὶ πόδεσσι θεῆς· περὶ δʼ ἔβραχεν αἰθήρ,
ὡς Διὸς ἀκαμάτοιο ποτὶ κλόνον ἐμμεμαῶτος.
ἡ δʼ ἄφαρ ἠερόεντος ὑπὲρ πόντοιο φέρεσθαι
οὐρανόθεν προέηκεν ἐς Αἴολον ἄμβροτον Ἶριν,
ὄφρʼ ἀνέμους ἅμα πάντας ἐπιβρίσαντας ἰάλλῃ
ἐλθέμεναι κραναοῖο Καφηρέος ἐγγύθεν ἄκρων
νωλεμέως χριμφθέντας, ἀνοιδῆναί τε θάλασσαν,
λευγαλέῃς ῥιπῇσι μεμηνότας. ἡ δʼ ἀΐουσα
ἐσσυμένως οἴμησε περιγναμφθεῖσα νέφεσσι·
φαίης κεν πῦρ ἔμμεν ἅμʼ ἠέρι καὶ μέλαν ὕδωρ.
ἵκετο δʼ Αἰολίην, ἀνέμων ὅθι λάβρον ἀέντων
ἄντρα πέλει στυφελῇσιν ἀρηράμενʼ ἀμφὶ πέτρῃσι
κοῖλα καὶ ἠχήεντα· δόμοι δʼ ἄγχιστα πέλονται
Αἰόλου Ἱπποτάδαο. κίχεν δέ μιν ἔνδον ἐόντα
σύν τʼ ἀλόχῳ καὶ παισὶ δυώδεκα· καί οἱ ἔειπεν,
ὁππόσʼ Ἀθηναίη Δαναῶν ἐπεμήδετο νόστῳ.
αὐτὰρ ὅ γʼ οὐκ ἀπίθησε, μολὼν δʼ ἔκτοσθε μελάθρων
χερσὶν ὑπʼ ἀκαμάτῃσιν ὅρος μέγα τύψε τριαίνῃ,
ἔνθʼ ἄνεμοι κελαδεινὰ δυσηχέες ηὐλίζοντο
ἐν κενεῷ κευθμῶνι· περίαχε δʼ αἰὲν ἰωὴ
βρυχομένη ἀλεγεινά· βίῃ δʼ ἔρρηξε κολώνην.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
