Ancient Greek
Book 14, lines 14.89-14.140
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 14.89-140
Not analysed yet
μολπὴ δʼ οὐρανὸν ἷκε διʼ αἰθέρος, εὖτε κολοιῶν
κλαγγὴ ἀπειρεσίη, ὁπότʼ εὔδιον ἦμαρ ἵκηται
χείματος ἐξ ὀλοοῖο, πέλει δʼ ἄρα νήμενος αἰθήρ·
ὣς τῶν πὰρ νήεσσι μέγʼ ἔνδοθι γηθομένοων κῆρ
ἀθάνατοι τέρποντο κατʼ οὐρανόν, ὅσσοι ἀρωγοὶ
ἐκ θυμοῖο πέλοντο φιλοπτολέμων Ἀργείων·
ἄλλοι δʼ αὖ χαλέπαινον, ὅσοι Τρώεσσιν ἄμυνον,
δερκόμενοι Πριάμοιο καταιθόμενον πτολίεθρον·
ἀλλʼ οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν
ἔσθενον· οὐδὲ γὰρ αὐτὸς ὑπὲρ μόρον οὐδὲ Κρονίων
ῥηιδίως δύνατʼ Αἶσαν ἀπωσέμεν, ὃς περὶ πάντων
ἀθανάτων σθένος ἐστί, Διὸς δʼ ἐκ πάντα πέλονται.
Ἀργεῖοι δʼ ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντες
καῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς
λείβεσκον μέθυ λαρὸν ἐπʼ αἰθομένῃσι θυηλῇς
ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον.
πολλὰ δʼ ἐν εἰλαπίνῃ θυμηδέϊ κυδαίνεσκον
πάντας, ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος·
θαύμαζον δὲ Σίνωνα περικλυτόν, οὕνεχʼ ὑπέτλη
λώβην δυσμενέων πολυκηδέα· καί ῥά ἑ πάντες
μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον·
ὃς δʼ ἄρʼ ἐνὶ φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ
νίκῃ ἔπʼ Ἀργείων, σφετέρῃ δʼ οὐκ ἄχνυτο λώβῃ·
ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον
κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων
ἐσθλῶν, ὁππόσα τʼ ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν.
οἱ δʼ ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες
δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες·
ἠνύσαμεν πολέμοιο μακροῦ τέλος· ἠράμεθʼ εὐρὺ
κῦδος ὁμῶς δηΐοισι μέγα πτολίεθρον ἑλόντες·
ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον.
ὣς ἔφαν· ἀλλʼ οὐ πᾶσι πατὴρ ἐπὶ νόστον ἔνευσε.
τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος
οὐ γὰρ ἔτʼ αὐτοῖς
δεῖμα πέλεν πολέμοιο δυσηχέος, ἀλλʼ ἐπὶ ἔργα
εὐνομίης ἐτράποντο καὶ εὐφροσύνης ἐρατεινῆς.
ὃς δʼ ἤτοι πρῶτον μὲν ἐελδομένοισιν ἄειδεν,
λαοὶ ὅπως συνάγερθεν ἐς Αὐλίδος ἱερὸν οὖδας,
ἠδʼ ὡς Πηλείδαο μέγα σθένος ἀκαμάτοιο
δώδεκα μὲν κατὰ πόντον ἰὼν διέπερσε πόληας,
ἕνδεκα δʼ αὖ κατὰ γαῖαν ἀπείριτον, ὅσσα τʼ ἔρεξε
Τήλεφον ἀμφὶς ἄνακτα καὶ ὄβριμον Ἠετίωνα,
ὡς δὲ Κύκνον κατέπεφνεν ὑπέρβιον, ἠδʼ ὅσʼ Ἀχαιοὶ
μαρνάμενοι κατὰ μῆνιν Ἀχιλλέος ἔργα κάμοντο,
Ἕκτορα δʼ ὡς εἴρυσσεν ἑῆς περὶ τείχεα πάτρης,
ὥς τʼ ἕλε Πενθεσίλειαν ἀνὰ μόθον, ὥς τʼ ἐδάμασσεν
υἱέα Τιθωνοῖο, καὶ ὡς κτάνε καρτερὸς Αἴας
Γλαῦκον ἐϋμμελίην, ἠδʼ ὡς ἐρικυδέα φῶτα
Εὐρύπυλον κατέπεφνε θοοῦ πάϊς Αἰακίδαο,
ὡς δὲ Πάριν δαμάσαντο Φιλοκτήταο βέλεμνα,
ἠδʼ ὁπόσοι δολόεντος ἐσήλυθον ἔνδοθεν ἵππου
ἀνέρες, ὥς τε πόληα θεηγενέος Πριάμοιο