Ancient Greek
Book 2, lines 2.124-2.163
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 2.124-163
Not analysed yet
καὶ τὰ μὲν ὣς ἀγόρευε καὶ ὡς ἴδεν ἔθνεα φωτῶν
μυρία· τοῦ δʼ ἀΐοντος ὑπὸ φρεσὶ τέρπετο θυμός,
καί ἑ καθαπτόμενος γεραρῷ προσεφώνεε μύθῳ·
ὦ Μέμνον, τό μὲν ἄρ με θεοὶ ποίησαν ἰδέσθαι
σὸν στρατὸν ἠδὲ καὶ αὐτὸν ἐν ἡμετέροισι μελάθροις·
ὥς μοι ἔτι κρήνειαν, ἵνʼ Ἀργείους ἐσίδωμαι
ὀλλυμένους ἅμα πάντας ὑπʼ ἐγχείῃσι τεῇσι·
καὶ γὰρ δὴ μακάρεσσιν ἀτειρέσι πάντα ἔοικας
ἐκπάγλως, ὡς οὔτις ἐπιχθονίων ἡρώων·
τῷ σʼ ὀΐν κείνοισι φόνον στονόεντα βαλέσθαι.
νῦν δʼ ἄγε τέρπεο θυμὸν ἐπʼ εἰλαπίνῃσιν ἐμῇσι
σήμερον· αὐτὰρ ἔπειτα μαχήσεαι, ὡς ἐπέοικεν.
ὣς εἰπὼν παλάμῃσι δέπας πολυχανδὲς ἀείρας
Μέμνονα προφρονέως στιβαρῷ δείδεκτο κυπέλλῳ
χρυσείῳ, τό ῥα δῶκε περίφρων ἀμφιγυήεις
Ἥφαιστος κλυτὸν ἔργον, ὅτʼ ἤγετο Κυπρογένειαν,
Ζηνὶ μεγασθενέϊ· ὁ δʼ ἄρʼ ὤπασεν υἱέϊ δῶρον
Δαρδάνῳ ἀντιθέῳ· ὁ δʼ Ἐριχθονίῳ πόρε παιδί·
Τρωὶ δʼ Ἐριχθόνιος μεγαλήτορι· αὐτὰρ ὅ γʼ Ἰλῷ
κάλλιπε σὺν κτεάτεσσιν· ὁ δʼ ὤπασε Λαομέδοντι·
αὐτὰρ ὁ Λαομέδων Πριάμῳ πόρεν, ὅς μιν ἔμελλεν
υἱέϊ δωσέμεναι· τὸ δέ οἱ θεὸς οὐκ ἐτέλεσσεν.
κεῖνο δέπας περικαλλὲς ἐθάμβεεν ἐν φρεσὶ Μέμνων
ἀμφαφόων καὶ τοῖον ὑποβλήδην φάτο μῦθον·
οὐ μὲν χρὴ παρὰ δαιτὶ πελώριον εὐχετάασθαι
οὐδʼ ἄρʼ ὑποσχεσίην κατανευέμεν, ἀλλὰ ἕκηλον
δαίνυσθʼ ἐν μεγάροισι καὶ ἄρτια μηχανάασθαι·
εἴτε γὰρ ἐσθλός τʼ εἰμὶ καὶ ἄλκιμος εἴτε καὶ οὐκί,
γνώσῃ ἐνὶ πτολέμῳ, ὁπότʼ ἀνέρος εἴδεται ἀλκή.
νῦν δʼ ἄγε δὴ κοίτοιο μεδώμεθα, μηδʼ ἀνὰ νύκτα
πίνωμεν· χαλεπὸς γὰρ ἐπειγομένοισι μάχεσθαι
οἶνος ἀπειρέσιος καὶ ἀϋπνοσύνη ἀλεγεινή.
ὣς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀγασσάμενος προσέειπεν·
αὐτὸς ὅπως ἐθέλεις μεταδαίνυσο, πείθεο δʼ αὐτῷ·
αὐ γὰρ ἐγώ σʼ ἀέκοντα βιήσομαι· οὐ γὰρ ἔοικεν
οὔτʼ ἀπιόντʼ ἀπὸ δαιτὸς ἐρυκέμεν οὔτε μένοντα
σεύειν ἐκ μεγάροιο· θέμις νύ τοι ἀνδράσιν αὕτως.
ὣς φάθʼ· ὁ δʼ ἐκ δόρποιο μεθίστατο· βῆ δὲ πρὸς εὐνὴν
ὑστατίην· ἅμα δʼ ἄλλοι ἔβαν κοίτοιο μέδεσθαι
δαιτυμόνες· τάχα δέ σφιν ἐπήλυθε νήδυμος ὕπνος.