# τὰ μεθ᾿ Ὅμηρον 2.164-207

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 2, lines 2.164-2.207. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/2.164

αὐτὰρ ἐνὶ μεγάροισι Διὸς στεροπηγερέταο
ἀθάνατοι δαίνυντο· πατὴρ δʼ ἐν τοῖσι Κρονίων
εὖ εἰδώς ἀγόρευε δυσηχέος ἔργα μόθοιο·
ἴστε θεοὶ περὶ πάντες ἐπεσσύμενον βαρὺ πῆμα
αὔριον ἐν πολέμῳ· μάλα γὰρ πολλῶν μένος ἵππων
ὄψεσθʼ ἀμφʼ ὀχέεσσι δαϊζομένων ἑκάτερθεν
ἄνδρας δʼ ὀλλυμένους· τῶν καὶ πέρι κηδόμενός τις
μιμνέτω ὑμείων μνδʼ ἀμφʼ ἐμὰ γούναθʼ ἱκάνων
λισσέσθω· κῆρες γὰρ ἀμείλιχοί εἰσι καὶ ἡμῖν.
ὣς ἔφατʼ ἐν μέσσοισιν ἐπισταμένοισι καὶ αὐτοῖς,
ὄφρα καὶ ἀσχαλόων τις ἀπὸ πτολέμοιο τράπηται,
μηδέ ἑ λισσόμενος περὶ υἱέος ἠὲ φίλοιο
μαψιδίως ἀφίκηται ἀτειρέος ἔνδον Ὀλύμπου.
καὶ τὰ μὲν ὡς ἐσάκουσαν ἐριγδούπου Κρονίδαο,
τλῆσαν ἐνὶ στερνοισι καὶ οὐ βασιλῆος ἔναντα
μῆθον ἔφαν· μάλα γάρ μιν ἀπειρέσιον τρομέεσκον·
ἀχνύμενοι δʼ ἵκανον· ὅπῃ δόμος ἦεν ἑκάστου
καὶ λέχος· ἀμφὶ δὲ τοῖσι καὶ ἀθανάτοις περ ἐοῦσιν
ὕπνου βληχρὸν ὄνειαρ ἐπὶ βλεφάροισι τανύσθη.
ἦμος δʼ ἠλιβάτων ὀρέων ὑπερέσσυται ἄκρας
λαμπρὸς ἀνʼ οὐρανὸν εὐρὺν ἑωσφόρος, ὅς τʼ ἐπὶ ἔργον
ἡδὺ μάλα κνώσσοντασʼ ἀμαλλοδετῆρας ἐγείρει·
τῆμος ἀρήιον υἷα φαεσφόρου Ἠριγενείης
ὕστατος ὕπνος ἀνῆκεν· ὁδʼ ἐν φρεσὶ κάρτος ἀέξων
ἤδη δυσμενέεσσι λιλαίετο δηριάασθαι.
Ἠὼς δʼ οὐρανὸν εὐρὺν ἀνήιεν οὐκ ἐθέλουσα.
καὶ τότε Τρῶες ἕσαντο περὶ χροῒ δήια τεύχη,
τοῖσι δʼ ἅμʼ Αἰθίοπές τε καὶ ὁππόσα φῦλα πέλοντο
ἀμφὶ βίην Πριάμοιο συναγρομένων ἐπικούρων
πανσυδίῃ· μάλα δʼ ὦκα πρὸ τείχεος ἐσσεύοντο
κυανέοις νεφέεσσιν ἐοικότες, οἷα Κρονίων
χείματος ὀρνυμένοιο κατʼ ἠέρα πουλὺν ἀγείρει.
αἶψα δʼ ἄρʼ ἐπλήσθη πεδίον πᾶν· οἱ δʼ ἐκέχυντο
ἀκρίσι πυροβόροισιν ἀλίγκιον, αἵ τε φέρονται
ὡς νέφος ἢ πολὺς ὄμβρος ὑπὲρ χθονὸς εὐρυπέδοιο
ἄπλητοι μερόπεσσιν ἀεικέα λιμὸν ἄγουσαι·
ὣς οἱ ἴσαν πολλοί τε καὶ ὄβριμοι, ἀμφὶ δʼ ἀγυιαὶ
στείνοντʼ ἐσσυμένων, ὑπὸ δʼ ἔγρετο ποσσὶ κονίη.
Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον, εὖτʼ ἐσίδοντο
ἐσσυμένους· εἶθαρ δὲ περὶ χροῒ χαλκὸν ἕσαντο
κάρτεϊ Πηλείδαο πεποιθότες· ὃς δʼ ἐνὶ μέσσοις
ἤιε Τιτήνεσσι πολυσθενέεσσιν ἐοικὼς
κυδιόων ἵπποισι καὶ ἅρμασι· τοῦ δʼ ἄρα τεύχη
πάντη μαρμαίρεσκον ἀλίγκιον ἀστεροπῇσιν.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
