# τὰ μεθ᾿ Ὅμηρον 2.208-250

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 2, lines 2.208-2.250. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/2.208

οἶος δʼ ἐκ περάτων γαιηόχου ὠκεανοῖο
ἔρχεται ἠέλιος φαεσίμβροτος οὐρανὸν εἴσω
μφανόων, τραφερὴ δὲ γελᾷ περὶ γαῖα καὶ αἰθήρ·
τοῖος ἐν Ἀργείοισι τότʼ ἔσσυτο Πηλέος υἱός.
ὣς δὲ καὶ ἐν Τρώεσσιν ἀρήιος ἤιε Μέμνων
Ἄρεϊ μαιμώωντι πανείκελος, ἀμφὶ δὲ λαοὶ
προφρονέως ἐφέποντο παρεσσύμενοι βασιλῆι.
αἶψα δʼ ἄρʼ ἀμφοτέρων δολιχαὶ πονέοντο φάλαγγες
Τρώων καὶ Δαναῶν, μετὰ δʼ ἔπρεπον Αἰθιοπῆες·
σὺν δʼ ἔπεσον καναχηδὸν ὁμῶς, ἅτε κύματα πόντου
πάντοθεν ἐγρομένων ἀνέμων ὑπὸ χείματος ὥρῃ·
ἀλλήλους δʼ ἐδάϊζον ἐϋξέστῃς μελίῃσι
βάλλοντες, μετὰ δέ σφι γόος καναχή τε δεδήει·
ὡς δʼ ὅτʼ ἐρίγδουποι ποταμοὶ μεγάλα στενάχωσιν
εἰς ἅλα χευόμενοι, ὅτε λαβρότατος πέλει ὄμβρος
ἐκ Διός, εὖτʼ ἀλίαστον ἐπὶ νέφεα κτυπέωσι
θηγόμενʼ ἀλλήλοισι, πυρὸς δʼ ἐξέσσυτʼ ἀϋτμή·
ὣς τῶν μαρναμένων μέγʼ ὑπαὶ ποσὶ γαῖα πελώρη
ἔβραχε, θεσπεσίου δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτὴ
σμερδαλέη· δεινὸν γὰρ ἐΰτεον ἀμφοτέρωθεν.
Ἔνθʼ ἕλε Πηλείδης Θάλιον καὶ ἀμύμονα Μέντην
ἄμφω ἀριγνώτω, βάλε δʼ ἄλλων πολλὰ κάρηνα.
εὖτʼ αἰγὶς βερέθροισιν ὑποχθονίοις ἐπορούσῃ
λάβρος, ἄφαρ δέ τε πάντα κατὰ χθονὸς ἀμφιχέηται
ἐκ θεμέθλων· μάλα γάρ ῥα περιτρομέει βαθὺ γαῖα·
ὣς οἵ γʼ ἐν κονίῃσι κατήριπον ὠκέϊ πότμῳ
αἰχμῇ Πηλείωνος· ὁ γὰρ μέγα μαίνετο θυμῷ.
ὣς δʼ αὕτως ἑτέρωθεν ἐῢς πάϊς Ἠριγενείης
Ἀργείους ἐδέϊζε κακῇ ἐναλίγκιος Αἴσῃ,
ἥ τε φέρει λαοῖσι κακὸν καὶ ἀεικέα λοιγόν.
πρῶτον δʼ εἷλε Φέρωνα διὰ στέρνοιο τυχήσας
δούρατι λευγαλέῳ, ἐπὶ δʼ ἔκτανε δῖον Ἔρευθον,
ἄμφω ἐελδομένω πόλεμον καὶ ἀεικέα χάρμῃν,
οἳ Θρύον ἀμφενέμοντο παρʼ Ἀλφειοῖο ῥεέθροις,
καί ῥʼ ὑπὸ Νέστορι βῆσαν ἐς Ἰλίου ἱερὸν ἄστυ·
τοὺς δʼ ὁπότʼ ἐξενάριξεν, ἐπῴχετο Νηλέος υἱὸν
κτεῖναί μιν μεμαώς· τοῦ δʼ Ἀντίλοχος θεοειδὴς
πρόσθʼ ἐλθὼν ἴθυνε μακρὸν δόρυ, καί οἱ ἅμαρτε
τυτθὸν ἀλευαμένοιο· φίλον δέ οἱ εἷλεν ἑταῖρον
αἴθοπα Πυρρασίδην· ὁ δὲ χωσάμενος κταμένοιο
Ἀντιλόχῳ ἐπιᾶλτο, λέων ὣς ὀβριμόθυμος
καπρίῳ, ὅς ῥα καὶ αὐτὸς ἐναντίον οἶδε μάχεσθαι
ἀνδράσι καὶ θήρεσσι, πέλει δέ οἱ ἄσπετος ὁρμή·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
