# τὰ μεθ᾿ Ὅμηρον 2.371-411

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 2, lines 2.371-2.411. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/2.371

ὡς δʼ ὅτε τις κραιπνῇσιν ἐπιβρίσας ἐλάφοισι
θηρητὴρ ἐν ὄρεσσι λίνων ἔντοσθεν ἐρεμνῶν
ἰλαδὸν ἀγρομένῃσιν ἐς ὑστάτιον δόλον ἄγρης
αἰζηῶν ἰότητι, κύνες δʼ ἐπικαγχαλόωσιν,
πυκνὸν ὑλακτιόωντες, ὁ δʼ ἐμμεμαὼς ὑπʼ ἄκοντι
κεμμάσιν ὠκυτάτῃσι φόνον στονόεντα τίθησιν·
ὣς Μέμνων ἐδάϊζε πολὺν στρατόν· ἀμφὶ δʼ ἑταῖροι
γήθεον· Ἀργεῖοι δὲ περικλυτὸν ἄνδρʼ ἐφέβοντο.
ὡς δʼ ὁπότʼ ἐξεριπόντος ἀπʼ οὔρεος ἠλιβάτοιο
πέτρου ἀπειρεσίοιο, τὸν ὑψόθεν ἀκάματος Ζεὺς
ὤσῃ ἀπὸ κρημνοῖο βαλὼν στονόεντι κεραυνῷ,
τοῦ δʼ ἄρʼ ἀνὰ δρυρὰ πυκνὰ καὶ ἄγκεα μακρὰ ῥαγέντος
βῆσσαι ἐπικτυπέουσι, περιτρομέουσι δʼ ἀνʼ ὕλην,
εἴ που μῆλʼ ὑπένερθε κυλινδομένοιο νέμονται
ἢ βόες ἠέ τινʼ ἄλλα, καὶ ἐξαλέονται ἰόντος
ῥιπὴν ἀργαλέην καὶ ἀμείλιχον· ὣς ἄρʼ Ἀχαιοὶ
Μέμνονος ὄβριμον ἔγχος ἐπεσσυμένοιο φέβοντο.
καὶ τότε δὴ κρατεροῖο μόλε σχεδὸν Αἰακίδαο
Νέστωπ, ἀμφὶ δὲ παιδὶ μέγʼ ἀχνύμενος φάτο μῦθον·
ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,
ὤλετό μοι φίλος υἱός, ἔχει δέ μοι ἔντεα Μέμνων
τεθνεότος, δείδω δὲ κυνῶν μὴ κῦρμα γένηται·
ἀλλὰ θοῶς ἐπάμυνον, ἐπεὶ φίλος ὅστις ἑταίρου
μέμνηται κταμένοιο καὶ ἄχνυται οὐκέτʼ ἐόντος.
ὣς φάτο· τοῦ δʼ ἀΐοντος ὑπὸ φρένας ἔμπεσε πένθος·
Μέμνονα δʼ ὡς ἐνόησεν ἀνὰ στονόεντα κυδοιμὸν
Ἀργείους ἰληδὸν ὑπʼ ἔγχεϊ δηιόωντα,
αὐτίκα κάλλιπε Τρῶας, ὅσους ὑπὸ χερσὶ δάϊξεν
ἀμφʼ ἄλλῃσι φάλαγξι, καὶ ἰσχανόων πολέμοιο
ἤλυθέ οἱ κατέναντα χολούμενος Ἀντιλόχοιο
ἠδʼ ἄλλων κταμένων· ὁ δʼ ἀνείλετο χείρεσι πέτρην,
τήν ῥα βροτοὶ θέσαν οὖρον ἐϋστάχυος πεδίοιο,
καὶ βάλεν ἀκαμάτοιο κατʼ ἀσπίδα Πηλείωνος
δῖος ἀνήρ· ὁ δʼ ἄρʼ οὔτι τρέσας περιμήκεα πέτρην
σὐτίκα οἱ σχεδὸν ἦλθε μακρὸν δόρυ πρόσθε τιταίνων,
πεζός, ἐπεί ῥά οἱ ἵπποι ἔσαν μετόπισθε κυδοιμοῦ,
καί οἱ δεξιὸν ὦμον ὑπὲρ σάκεος στυφέλιξεν·
ὃς δὲ καὶ οὐτάμενός περ ἀταρβίϊ μάρνατο θυμῷ·
τύψε δʼ ἄρʼ Αἰακίδαο βραχίονα δουρὶ κραταιῷ·
τοῦ δʼ ἐχύθη φίλον αἷμα· χάρη δʼ ἄρʼ ἐτώσιον ἥρως,
καί μιν ἄφαρ προσέειπεν ὑπερφιάλοις ἐπέεσσι·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
