# τὰ μεθ᾿ Ὅμηρον 2.412-453

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 2, lines 2.412-2.453. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/2.412

νῦν σʼ ὀΐω μόρον αἰνὸν ἀναπλήσειν ὑπʼ ὀλέθρῳ
χερσὶν ἐμῇσι δαμέντα καὶ οὐκέτι μῶλον ἀλύξαι.
σχέτλιε, τίπτε σὺ Τρῶας ἀνηλεγέως ὀλέεσκες
πάντων εὐχόμενος πολὺ φέρτατος ἔμμεναι ἀνδρῶν,
μητρός τʼ ἀθανάτης Νηρηίδος; ἀλλὰ σοὶ ἤδη
ἤλυθεν αἴσιμον ἦθαρ, ἐπεὶ θεόθεν γένος εἰμὶ
Ἠοῦς ὄβριμος υἱός, ὃν ἔκποθι λειριόεσσαι
Ἑσπερίδες θρέψαντο παρὰ ῥόον ὠκεανοῖο.
τοὔνεκά σευ καὶ δῆριν ἀμείλιχον οὐκ ἀλεείνω
εἰδὼς μητέρα δῖαν, ὅσον προφερεστέρη ἐστὶ
Νηρεΐδος, τῆς αὐτὸς ἐρεύχεαι ἔκγονος εἶναι·
ἡ μὲν γὰρ μακάρεσσι καὶ ἀνθρώποισι φαείνει,
τῇ ἐπὶ πάντα τελεῖται ἀτείρεος ἔνδον Ὀλύμπου
ἐσθλά τε καὶ κλυτὰ ἔργα, τά τʼ ἀνδράσι γίνετʼ ὄνειαρ·
ἡ δʼ ἐν ἁλὸς κευθμῶσι καθημένη ἀτρυγέτοισι
ναίει ὁμῶς κήτεσσι μετʼ ἰχθύσι κυδιόωσα
ἄπρηκτος καὶ ἀΐστος· ἐγὼ δέ μιν οὐκ ἀλεγίζω
οὐδέ μιν ἀθανάτῃσιν ἐπουρανίῃσιν ἐΐσκω.
ὣς φάτο· τὸν δʼ ἐνένιπε θρασὺς πάϊς Αἰακίδαο·
ὦ Μέμνον, πῇ νῦν σε κακαὶ φρένες ἐξορόθυναν
ἐλθέμεν ἀντίʼ ἐμεῖο καὶ ἐς μόθον ἰσοφαρίζειν;
ὃς σέο φέρτερός εἰμι βίῃ γενεῇ τε φυῇ τε
Ζνηὸς ὑπερθύμοιο λαχὼν ἀριδείκετον αἷμα
καὶ σθεναροῦ Νηρῆος, ὃς εἰναλίας τέκε καύρας
Νηρεΐδας, τὰς δή ῥα θεοὶ τίουσʼ ἐν Ὀλύμπῳ,
πασάων δὲ μάλιστα Θέτιν κλυτὰ μητιόωσαν,
οὕνεκά που Διόνυσον ἑοῖς ὑπέδεκτο μελάθροις,
ὁππότε δειμαίνεσκε βίην ὀλοοῖο Λυκούργου,
ἠδὲ καὶ ὡς Ἥφαιστον ἐΰφρονα χαλκεοτέχνην
δέξαθʼ ἑπῖσι δόμοισιν ἀπʼ Οὐλύμποιο πεσόντα,
αὐτόν τʼ Ἀργικέραυνον ὅπως ὑπελύσατο δεσμῶν·
τῶν μιμνησκόμενοι πανδερκέες Οὐρανίωνες
μητέρʼ ἐμὴν τίουσι Θέτιν ζαθέῳ ἐν Ὀλύμπῳ.
γνώσῃ δʼ ὡς θεός ἐστιν, ἐπὴν δόρυ χάλκεον εἴσω
ἐς τεὸν ἧπαρ ἵκηται ἐμῇ βεβλημένον ἀλκῇ·
Ἕκτορα γὰρ Πατρόκλοιο, σὲ δʼ Ἀντιλόχοιο χολωθεὶς
τίσομαι· οὐ γὰρ ὄλεσσας ἀνάλκιδος ἀνδρὸς ἑταῖρον.
ἀλλὰ τί νηπιάχοισιν ἐοικότες ἀφραδέεσσιν
ἕσταμεν ἡμετέρων μυθεύμενοι ἔργα τοκήων
ἠδʼ αὐτῶν; ἐγγὺς καὶ Ἄρης, ἐγγὺς δὲ καὶ ἀλκή.
ὣς εἰπὼν παλάμῃσι λάβεν πολυμήκετον ἆορ
Μέμνων δʼ αὖθʼ ἑτέρωθι, καὶ ὀτραλέως συνόρουσαν·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
