# τὰ μεθ᾿ Ὅμηρον 2.500-541

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 2, lines 2.500-2.541. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/2.500

δείδιε δʼ Ἠριγένεια φίλῳ περὶ παιδὶ καὶ αὐτὴ
ἵπποις ἐμβεβαυῖα διʼ αἰθέρος· αἱ δέ οἱ ἄγχι
Ἠελίοιο θύγατρες ἐθάμβεον ἑστηυῖαι
θεσπεσιον περὶ κύκλον, ὃν ἠελίῳ ἀκάμαντι
Ζεὺς πόρεν εἰς ἐνιαυτὸν ἐῢν δρόμον, ᾦ περὶ πάντα
ζώει τε φθινύθει τε περιπλομένοιο κατʼ ἦμαρ
νωλεμέως αἰῶνος ἑλισσομένων ἐνιαυτῶν.
καί νύ κε δὴ μακάρεσσιν ἀμείλιχος ἔμπεσε δῆρις,
εἰ μὴ ὑπʼ ἐννεσίῃσι Διὸς μεγαλοβρεμέταο
δοιαὶ ἄρʼ ἀμφοτέροισι θοῶς ἑκάτερθε παρέσταν
κῆρες, ἐρεμναίη μὲν ἔβη ποτὶ Μέμνονος ἦτορ,
φαιδρὴ δʼ ἀμφʼ Ἀχιλῆα δαΐφρονα· τοὶ δʼ ἐσιδόντες
ἀθάνατοι μέγʼ ἄϋσαν, ἄφαρ δʼ ἕλε τοὺς μὲν ἀνίη
λευγαλέη, τοὺς δʼ ἠῢ καὶ ἀγλαὸν ἔλλαβε χάρμα.
ἥρωες δʼ ἐμάχοντο καθʼ αἱματόεντα κυδοιμὸν
ἔμπεδον, οὐδέ τι Κῆρας ἐποιχομένας ἐνόησαν
θυμὸν καὶ μέγα κάρτος ἐπʼ ἀλλήλοισι φέροντες·
θαίης κε στονόεντα κατὰ μόθον ἤματι κείνῳ
μάρνασθʼ ἠὲ Γίγαντας ἀτειρέας ἠὲ κραταιοὺς
Τιτῆνας· σθεναρὴ γὰρ ἐπί σφισι δῆρις ὀρώρει,
ἠμὲν ὅτε ξιφέεσσι συνέδραμον, ἠδʼ ὅτε λᾶας
βάλλον ἐπεσσύμενοι περιμήκεας· οὐδέ τις αὐτῶν
χάζετο βαλλομένων, οὐδʼ ἔτρεσαν, ἀλλʼ ἅτε πρῶνες
ἕστασαν ἀδμῆτες καταείμενοι ἄσπετον ἀλκήν·
ἄμφω γὰρ μεγάλοιο Διὸς γένος εὐχετόωντο·
τοὔνεκʼ ἄρα σφίσι δῆριν ἴσην ἐτάνυσσεν Ἐνυὼ
πολλὸν έπειδομένοισιν ἐπὶ χρόνον ἐν δαῒ κείνῃ,
αὐτοῖς ἠδʼ ἑτάροισιν ἀταρβέσιν, οἳ μετʼ ἀνάκτων
νωλεμέως πονέοντο μεμαότες, ἄχρι καμόντων
αἰχμαὶ ἀνεγνάμφθησαν ἐν ἀσπίσιν· οὐδέ τις ἦεν
θεινομένων ἑκάτερθεν ἀνούτατος, ἀλλʼ ἄρα πάντων
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἶμα καὶ ἱδρὼς
αἰὲν ἐρειδομένων, κεκάλυπτο δὲ γαῖα νέκυσσιν
οὐρανὸς ὡς νεφέεσσιν ἐς αἰγοκερῆα κιόντος
ἠελίου, ὅτε πόντον ὑποτρομέει μέγα ναύτης.
τοὺς δʼ ἵπποι χρεμέθοντες ἐπεσσυμένοις ἅμα λαοῖς
τεθνεότας στείβεσκον, ἅτʼ ἄσπετα φύλλα κατʼ ἄλσος
χείματος ἀρχομένου μετὰ τηλεθόωσαν ὀπώρην.
οἱ δέ που ἐν νεκύεσσι καὶ αἵματι δηριόωντο
υἱῆες μακάρων ἐρικυδέες, οὐδʼ ἀπέληγον
ἀλλήλοις κοτέοντες· ἔρις δʼ ἴθυνε τάλαντα
ὑσμίνης ἀλεγεινά, τὰ δʼ οὐκ ἔτι ἶσα πέλοντο·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
