# τὰ μεθ᾿ Ὅμηρον 2.593-633

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 2, lines 2.593-2.633. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/2.593

δύσετο δʼ ἠελίοιο φάος· κατὰ δʼ ἤλυθεν Ἠὼς
οὐρανόθεν κλαίουσα φίλον τέκος, ἀμφὶ δʼ ἄρʼ αὐτῇ
κοῦραι ἐϋπλόκαμοι δυοκαίδεκα, τῇσι μέμηλεν
αἰὲν ἑλισσομένου Ὑπερίονος αἰπά κέλευθα
νύξ τε καὶ ἠριγένεια καὶ ἐκ Διὸς ὁππόσα βουλῆς
γίνεται, οὗ περὶ δῶμα καὶ ἀρρήκτους πυλεῶνας
στρωφῶντʼ ἔνθα καὶ ἔνθα πέριξ λυκάβαντα φέρουσαι
καρποῖσι βρίθοντα κυλινδομένου περὶ κύκλου
χειμῶνος κρυεροῖο καὶ εἴαρος ἀνθεμόεντος
ἠδὲ θέρευς ἐρατοῖο πολυσταφύλοιό τʼ ὀπώρης.
αἱ τότε δὴ κατέβησαν ἀπʼ αἰθέρος ἠλιβάτοιο
ἄσπετʼ ὀδυρόμεναι περὶ Μέμνονα σὺν δʼ ἄρα τῇσι
Πληιάδες μύροντο· περίαχε δʼ οὔρεα μακρὰ
καὶ ῥόος Αἰσήποιο· γόος δʼ ἄλλητος ὀρώρει.
ἡ δʼ ἄρʼ ἐνὶ μέσσῃσιν ἐῷ περὶ παιδὶ χυθεῖσα
μακρὸν ἀνεστονάχνησε πολύστονος Ἠριγένεια·
ὤλεό μοι, φίλε τέκνον, ἐῇ δʼ ἄρα μητέρι πένθος
ἀργαλέον περίθηκας· ἐγὼ δʼ οὐ σεῖο δαμέντος
τλήσομαι ἀθανάτοισιν ἐπουρανίοισι φαείνειν,
ἀλλὰ καταχθονίων ἐσλύσομαι αἰνὰ βέρεθρα,
ψυχὴ ὅπου σέο νόσφιν ἀποφθιμένοιο ποτᾶται,
γαῖαν ἀμαυρώσουσα καὶ οὐρανὸν ἠδὲ θάλασσαν
πάντʼ ἐπικιδναμένου χάεος καὶ ἀεικέος ὄρφνης,
ὄφρα τι καὶ Κρονίδαο περὶ φρένας ἄλγος ἵκηται·
οὐ γὰρ ἀτιμοτέρη Νηρηίδος ἐκ Διὸς αὐτοῦ
πάντʼ ἐπιδερκομένη, πάντʼ ἐς τέλος ἄχρις ἄγουσα·
μαψιδίως γὰρ ἐμὸν φάος οὐ νῦν ὠπίσατο Ζεύς.
τοὔνεχʼ ὑπὸ ζόφον εἶμι· Θέτιν δʼ ἐς Ὄλυμπον ἀγέσθω
ἐξ ἁλός, ὄφρα θεοῖσι καὶ ἀνθρώποισι φαείνῃ·
αὐτὰρ ἐμοὶ στονόεσσα μετʼ οὐρανὸν εὔαδεν ὄρφνη,
μὴ δὴ σεῖο φονῆι φάος περὶ σῶμα βάλοιμι.
ὣς φαμένης ῥέε δάκρυ κατʼ ἀμβροσίοιο προσώπου
ἀενάῳ ποταμῷ ἐναλίγκιον· ἀμφὶ δὲ νεκρῷ
δεύετο γαῖα μέλαινα· συνάχνυτο δʼ ἀμβροσίη Νὺξ
παιδὶ φίλῃ, καὶ πάντα κατέκρυφεν οὐρανὸς ἄστρα
ἀχλύϊ καὶ νεφέεσσι φέρων χάριν Ἠριγενείῃ.
Τρῶες δʼ ἄστεος ἔνδον ἔσαν περὶ Μέμνονι θυμὸν
ἀχνύμενοι· πόθεον γὰρ ὁμῶς ἑτάροισιν ἄνακτα.
οὐδὲ μὲν Ἀργεῖοι μέγʼ ἐγήθεον, ἀλλὰ καὶ αὐτοὶ
ἐν πεδίῳ κταμένοισι παρʼ ἀνδράσιν αὖλιν ἔχοντες
ἄμφω ἐϋμμελίην μὲν Ἀχιλλέα κυδαίνεσκον,
Ἀντίλοχον δʼ ἄρα κλαῖον· ἔχον δʼ ἅμα χάρματι πένθος.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
