# τὰ μεθ᾿ Ὅμηρον 2.634-666

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 2, lines 2.634-2.666. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/2.634

παννυχίη δʼ ἀλεγεινὸν ἀνεστονάχιζε γοῶσα
Ἠώς· ἀμφὶ δέ οἱ κέχυτο ζόφος· οὐδέ τι θυμῷ
ἀντολίης ἀλέγιζε, μέγαν δʼ ἤχθηρεν Ὄλυμπον.
ἄγχι δέ οἱ μάλα πολλὰ ποδώκεες ἔστενον ἵπποι
γαῖαν ἐπιστείβοντες ἀηθέα, καὶ βασίλειαν
ἀχνυμένην ὁρόωντες, ἐελδόμενοι μέγα νόστου.
Ζεὺς δʼ ἄμοτον βρόντησε χολούμενος, ἀμφὶ δὲ γαῖα
κινήθη περὶ πᾶσα· τρόμος δʼ ἕλεν ἄμβροτον Ἠῶ.
τὸν δʼ ἄρα καρπαλίμως μελανόχροες Αἰθιοπῆες
θάψαν ὀδυρόμενοι· τοὺς δʼ Ἠριγένεια βοῶπις
πόλλʼ ὀλοφυρομένους κρατεροῦ περὶ σήματι παιδὸς
οἰωνοὺς ποίησε καὶ ἠέρι δῶκε φέρεσθαι,
τοὺς καὶ νῦν καλέουσι βροτῶν ἀπερείσια φῦλα
Μέμνονας· οἵ ῥʼ ἐπὶ τύμβον ἔτι σφετέρου βασιλῆος
ἐσσύμενοι γοόωσι κόνιν καθύπερθε χέοντες
σήματος· ἀλλήλοις δὲ περικλονέουσι κυδοιμὸν
Μέμνονι ἦρα φέροντες· ὁ δʼ εἰν Ἀΐδαο δόμοισιν
ἠέ που ἐν μακάρεσσι κατʼ Ἠλύσιον πέδον αἴης
καγχαλάᾳ· καὶ θυμὸν ἰαίνεται ἄμβροτος Ἠὼς
δερκομένη· τοῖσιν δὲ πέλει πόνος ἄχρι καμόντες
εἷς ἕνα δῃώσωνται ἀνὰ κλόνον, ἠὲ καὶ ἄμφω
πότμον ἀναπλήσωσι πονεύμενοι ἀμφὶς ἄνακτα.
καὶ τὰ μὲν ἐννεσίῃσι φαεσφόρου Ἠριγενείης
οἰωνοὶ τελέουσι θοοί· τότε δʼ ἄμβροτος Ἠὼς
οὐρανὸν εἰσανόρουσεν ὁμῶς πολυαλδέσιν Ὥραις,
αἵ ῥά μιν οὐκ ἐθέλουσαν ἀνήγαγον ἐς Διὸς οὖδας
παρφάμεναι μύθοισιν, ὅσοις βαρὺ πένθος ὑπείκει,
καίπερ ἔτʼ ἀχνυμένην. ἡ δʼ οὐ λάθεθʼ οἶο δρόμοιο·
δείδιε γὰρ δὴ Ζηνὸς ἄδην ἄλληκτον ἐνιπήν,
ἐξ οὗ πάντα πέλονται, ὅσʼ ὠκεανοῖο ῥέεθρα
ἐντὸς ἔχει καὶ γαῖα καὶ αἰθομένων ἕδος ἄστρων.
τῆς ἄρα Πληιάδες πρότεραι ἴσαν· ἡ δὲ καὶ αὐτὴ
αἰθερίας ὤιξε πύλας, ἐκέδασσε δ ἄρʼ αἴγλην.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
