# τὰ μεθ᾿ Ὅμηρον 2.81-123

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 2, lines 2.81-2.123. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/2.81

ἦ μέγα νεικείων· ὁ δὲ χωόμενος φάτο μῦθον
Πουλυδάμας· οὐ γάρ οἱ ἐναντίον ἅζετʼ ἀῧσαι
κεῖνος, ἐπεὶ στυγερὸς καὶ ἀτάσθαλος ἠδʼ ἀεσίφρων,
ὃς φίλα μὲν σαίνῃσιν ἐνωπαδόν, ἄλλα δὲ θυμῷ
πορφύρει καὶ κρύβδα τὸν οὐ παρεόντα χαλέπτῃ·
τῷ ῥα καὶ ἀμφαδίῃ μέγα νείκεσε δῖον ἄνακτα·
ὦ μοι ἐπιχθονίων πάντων ὀλοώτατε φωτῶν,
σὸν θράσος ἤγαγε νῶιν ὀϊζύα, σὸς νόος ἔτλη
δῆριν ἀπειρεσίην καὶ τλήσεται, εἰσόκε πάτρην
σὺν λαοῖς σφετέροισι δαϊζομένην ἐσίδηαι·
ἀλλʼ ἐμὲ μὴ τοιόνδε λάβοι θράσος, ἀμφὶ δὲ τάρβος
ἀσφαλὲς αἰὲν ἔχοιμι, σόον δέ μοι οἶκον ὀφέλλοι.
ὣς ἄρʼ ἔφη. ὁ δʼ ἄρʼ οὔτι προσέννεπε Πουλυδάμαντα·
μνήσατο γάρ, Τρώεσσιν ὅσας ἐφέηκεν ἀνίας
ἠδʼ ὁπόσας ἔτʼ ἔμελλεν, ἐπεί ῥά οἱ αἰθόμενον κῆρ
μᾶλλον ἐφώρμαινεν θανέειν ἢ νόσφι γενέσθαι
ἀντιθέης Ἑλένης, ἧς εἵνεκα Τρώιοι υἷες
ὑψόθεν ἐσκοπίαζον ἀπʼ ἄστεος αἰπεινοῖο
δέγμενοι Ἀργείους ἠδʼ Αἰακίδην Ἀχιλῆα.
τοῖσι δʼ ἄρʼ οὐ μετὰ δηρὸν ἀρήιος ἤλυθε Μέμνων,
Μέμνων κυανέοισι μετʼ Αἰθιόπεσσιν ἀνάσσων,
ὃς κίε λαὸν ἄγων ἀπερείσιον· ἀμφὶ δὲ Τρῶες
γηθόσυνοί μιν ἴδοντο κατὰ πτόλιν, ἠΰτε ναῦται
χείματος ἐξ ὀλοοῖο διʼ αἰθέρος ἀθρήσωσιν
ἤδη τειρόμενοι Ἑλίκης περιηγέος αἴγλην·
ὣς λαοὶ κεχάροντο περισταδόν, ἔξοχα δʼ ἄλλων
Λαομεδοντιάδης· μάλα γάρ νύ οἱ ἦτορ ἐώλπει
δῃώσειν πυρὶ νῆας ὑπʼ ἀνδράσιν Αἰθιόπεσσιν,
οὕνεκʼ ἔχον βασιλῆα πελώριον ἠδὲ καὶ αὐτοὶ
πολλοὶ ἔσαν καὶ πάντες ἐς Ἄρεα μαιμώωντες·
τῷ ῥʼ ἄμοτον κύδαινεν ἐῢν γόνον Ἠριγενείης
δωτίνῃς ἀγαθῇσι καὶ εὐφροσύνῃ τεθαλυίῃ·
ἀλλήλοις δʼ ὀάριζον ἐπʼ εἰλαπίνῃ καὶ ἐδωδῇ,
ὃς μὲν ἀριστῆας Δαναῶν καὶ ὅσʼ ἄλγἐ ἀνέτλη
ἐξενέπων, ὁ δὲ πατρὸς ἑοῦ καὶ μητέρος Ἠοῦς
ἀθάνατον βίον αἰέν, ἀπειρεσίης τε ῥέεθρα
Τηθύος, ὠκεανοῦ τε βαθυρρόου ἱερὸν οἶδμα
ἠδέ καὶ ἀκαμάτου πέρατα χθονός, ἀντολίας τε
ἠελίου, καὶ πᾶσαν ἀπʼ ὠκεανοῖο κέλευθον
μέχρις ἐπὶ Πριάμοιο πόλιν καὶ πρώονας Ἴδης,
ἠδὲ καὶ ὡς ἐδάϊξεν ὑπὸ στιβαρῇσι χέρεσσιν
ἀργαλέων Σολύμων ἱερὸν στρατόν, οἵ μιν ἰόντα
εἶργον, ὃ καὶ σφίσι πῆμα καὶ ἄσχετον ὤπασε πότμον.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
