# τὰ μεθ᾿ Ὅμηρον 3.125-166

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 3, lines 3.125-3.166. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/3.125

νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηίνην
ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματʼ ἰοῦσαν,
ἥ σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα;
ἦ μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα
Ἥρη ἀκηχεμένη· ὁ δʼ ἄρʼ οὐκ ἀπαμείβετο μύθῳ·
ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο·
οὐδέ οἱ ὀφθαλμοῖσι καταντίον εἰσοράασθαι
ἔσθενεν, ἀλλʼ ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων
ἧστο κατωπιόων· ἄμοτον δέ οἱ ἐσκύζοντο
ἀθάνατοι κατʼ Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον·
ὅσσοι δʼ αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,
κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες
κρύβδʼ Ἥρης· πάντες γὰρ ἐναντίον Οὐρανίωνες
ἅζοντʼ ἀσχαλόωσαν. ὁ δʼ οὔπω λήθετο θυμοῦ
Πηλείδης· ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις
ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι.
οὐδʼ ἄρα οἱ Τρώων τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
βλημένου, ἀλλʼ ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος
ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅν τε βάλῃσι
θηρητήρ, ὁ δʼ ἄρʼ οὔτι πεπαρμένος ἦτορ ἄκοντι
λήθεται ἠνορέης, ἀλλὴ στρέφετʼ ἄγριον ὄμμα
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς.
ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος
θυμὸν ἄδην ὀρόθυνε· θεοῦ δέ μιν ἰὸς ἐδάμνα.
ἀλλὰ καὶ ὣς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι
πάλλων ὄβριμον ἔγχος· ἕλεν δʼ Ὀρυθάονα δῖον,
Ἕκτορος ἐσθλὸν ἑταῖρον, ἔσω κροτάφοιο τυχήσας·
οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ, μαιμώωντος
ἀλλὰ διʼ αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν
ἶνας ἐς ἐγκεφάλοιο, κέδασσε δέ οἱ θαλερὸν κῆρ.
Ἱππόνοον δʼ ἐδάμασσε κατʼ ὀφρύος ἔγχος ἐρείσας
ἐς θέμεθλʼ ὀφθαλμοῖο· χαμαὶ δέ οἱ ἔκπεσε γλήνη
ἐκ βλεφάρων· ψυχὴ δὲ κατʼ Ἄϊδος ἐξεποτήθη.
Ἀλκαθόου δʼ ἄρʼ ἔπειτα διὰ γναθμοῖο περήσας
γλῶσσαν ὅλην ἀνέκερσεν· ὁ δʼ ἐς πέδον ἤριπε γαίης
ἐκπνείων, αἰχμὴ δὲ διʼ οὔατος ἐξεφαάνθη.
καὶ τοὺς μὲν κατέπεφνε καταντίον ἀΐσσοντας
δῖος ἀνήρ· πολλῶν δὲ καὶ ἄλλων θυμὸν ἔλυσε
φευγόντων· ἔτι γάρ οἱ ἐνὶ φρεσὶν ἔζεεν αἷμα.
ἀλλʼ ὅτε οἱ ψύχοντο μέλη καὶ ἀπήιε θυμός,
ἔστη ἐρεισάμενος μελίῃ ἔπι· τοὶ δʼ ἐπέτοντο
πανσυδίῃ τρομέοντες, ὁ δέ σφισι τοῖον ὁμόκλα·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
