Ancient Greek
Book 3, lines 3.167-3.211
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 3.167-211
Not analysed yet
ἆ δειλοὶ Τρῶες καὶ Δάρδανοι, οὐδὲ θανόντος
ἔγχος ἐμὸν φεύξεσθε ἀμείλιχον, ἀλλʼ ἅμα πάντες
τίσετʼ ἄρʼ αἰνὸν ὄλεθρον Ἐριννύσιν ἡμετέρῃσιν.
ὣς φάτο· τοὶ δʼ ἀΐοντες ὑπέτρεσαν, εὖτʼ ἐν ὄρεσσι
φθόγγον ἐριβρύχοιο νεβροὶ τρομέωσι λέοντος
δείλαιοι μέγα θῆρα πεφυζότες· ὣς ἄρα λαοὶ
Τρώων ἱπποπόλων ἠδʼ ἀλλοδαπῶν ἐπικούρων
ὑστατίην Ἀχιλῆος ὑποτρομέεσκον ὁμοκλήν,
ἐλπόμενοί μιν ἔτʼ ἔμμεν ἀνούτατον. ὃς δʼ ὑπὸ πότμῳ
θυμὸν τολμήεντα καὶ ὄβριμα γυῖα βαρυνθεὶς
ἤριπεν ἀμφὶ νέκυσσιν ἀλίγκιος οὔρεϊ μακρῷ·
γαῖα δʼ ὑπεπλατάγησε, καὶ ἄσπετον ἔβραχε τεύχη
Πηλείδαο πεσόντος ἀμύμονος. οἱ δʼ ἔτι θυμῷ
δήιοι εἰσορόωντες ἀπειρέσιον τρομέεσκον·
ὡς δʼ ὅτε θῆρα δαφοινὸν ὑπʼ αἰζηοῖσι δαμέντα
μῆλα περιτρομέουσι παρὰ σταθμὸν ἀθρήσαντα
βλήμενον, οὐδέ οἱ ἄγχι παρελθέμεναι μεμάασιν,
ἀλλά μιν ὡς ζώοντα νέκυν περιπεφρίκασιν·
ὣς Τρῶες φοβέοντο καὶ οὐκέτʼ ἐόντʼ Ἀχιλῆα.
ἀλλὰ καὶ ὣς ἐπέεσσι Πάρις μέγα θαρσύνεσκε
λαόν, ἐπεὶ φρεαὶν ᾗσιν ἐγήθεεν· ἦ γὰρ ἐώλπει
Ἀργείους παύσασθαι ἀμαιμακέτοιο κυδοιμοῦ
Πηλείδαο πεσόντος· ὁ γὰρ Δαναοῖς πέλεν ἀλκή·
ὦ φίλοι, εἰ ἐτεόν μοι ἀρήγετε εὐμενέοντες,
σήμερον ἠὲ θάνωμεν ὑπʼ Ἀργείοισι δαμέντες,
ἠὲ σαωθέντες ποτὶ Ἴλιον εἰρύσσωμεν
ἵπποις Ἑκτορέοισι δεδουπότα Πηλείωνα,
οἵ μʼ ἐς δηιοτῆτα κασιγνήτοιο θανόντος
ἀχνύμενοι φορέουσιν ἑὸν ποθέοντες ἄνακτα·
τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα,
ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν ἠδὲ καὶ αὐτῷ
Ἕκτορι, εἴ γέ τίς ἐστι κατʼ Ἄϊδος ἀνθρώποισιν
ἢ νόος ἠὲ θέμιστες· ὁ γὰρ κακὰ μήσατο Τρῶας.
καί μιν Τρωιάδες μεγάλα φρεσὶ καγχαλόωσαι
ἀμφιπεριστήσονται ἀνὰ πτόλιν, ἠΰτε λυγραὶ
πορδάλιες τεκέων κεχολωμέναι ἠὲ λέαιναι
ἀνδρὶ πολυκμήτῳ μογερῆς ἐπιίστορι θήρης·
ὣς Τρῳαὶ περὶ νεκρὸν ἀποκταμένου Ἀχιλῆος
ἀθρόαι ἀΐξουσιν ἀπειρέσιον κοτέουσαι,
αἱ μὲν ὑπὲρ τοκέων κεχολωμέναι, αἱ δὲ καὶ ἀνδρῶν,
αἱ δʼ ἄρʼ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
γηθήσει δὲ μάλιστα πατὴρ ἐμὸς ἠδὲ γέροντες,
ὅσσους οὐκ ἐθέλοντας ἐν ἅστεϊ γῆρας ἐρύκει,
τόνδʼ ἡμεῖς εἴπερ τε ποτὶ πτόλιν εἰρύσσαντες
θήσομεν οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.