# τὰ μεθ᾿ Ὅμηρον 3.212-251

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 3, lines 3.212-3.251. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/3.212

ὣς φάτο· τοὶ δὲ νέκυν κρατερόφρονος Αἰακίδαο
ἄμφεβαν ἐσσυμένως, οἵ μιν φοβέοντο πάροιθεν,
Γλαῦκός τʼ Αἰνείας τε καὶ ὀβριμόθυμος Ἀγήνωρ
ἄλλοι τʼ οὐλομένοιο δαήμονες ἰωχμοῖο,
εἰρύσσαι μεμαῶτες ἐς Ἰλίου ἱερὸν ἄστυ.
ἀλλά οἱ οὐκ ἀμέλησε θεοῖς ἐναλίγκιος Αἴας,
ἀλλὰ θοῶς περίβη· πάντας δʼ ὑπὸ δούρατι μακρῷ
ὤθει ἀπὸ νέκυος. τοὶ δʼ οὐκ ἀπέληγον ὁμοκλῆς,
ἀλλά οἱ ἀμφεμάχοντο περισταδὸν ἀΐσσοντες
αἰὲν ἐπασσύτεροι, τανυχειλέες εὖτε μέλισσαι,
αἱ ῥά θʼ ἑὸν περὶ σίμβλον ἀπειρέσιαι ποτέωνται
ἄνδρʼ ἀπαμυνόμεναι, ὁ δʼ ἄρʼ οὐκ ἀλέγων ἐπιούσας
κηροὺς ἐκτάμνησι μελίχροας, αἱ δʼ ἀκάχονται
καπνοῦ ὑπὸ ῥιπῆς ἠδʼ ἀνέρος, ἀλλʼ ἄρα καὶ ὣς
ἀντίαι ἀΐσσουσιν, ὁ δʼ οὐκ ὄθετʼ οὐδʼ ἄρα βαιόν·
ὣς Αἴας τῶν οὔτι μάλʼ ἐσσυμένων ἀλέγιζεν,
ἀλλʼ ἄρα πρῶτον ἐνήραθʼ ὑπὲρ μαζοῖο τυχήσας
Μαιονίδην Ἀγέλαον, ἔπειτα δὲ Θέστορα δῖον.
εἷλε δʼ ἄρʼ Ὠκύθοον καὶ Ἀγέστρατον ἠδʼ Ἀγάνιππον
ζωρόν τε Νίσσον τε περικλειτόν τʼ Ἐρύμαντα,
ὅς Λυκίηθεν ἵκανεν ὑπὸ μεγαλήτορι Γλαύκῳ,
ναῖε δʼ ὅ γʼ αἰπεινὸν Μελανίππιον ἱρὸν Ἀθήνης
ἀντία Μασσικύτοιο Χελιδονίης σχεδὸν ἄκρης,
τὴν μέγʼ ὑποτρομέουσι τεθηπότες εἰν ἁλὶ ναῦται,
εὖτε περιγνάμπτωσι μάλα στυφελὰς περὶ πέτρας.
τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο κλυτὸς πάϊς Ἱππολόχοιο
παχνώθη κατὰ θυμόν, ἐπεί ῥά οἱ ἔσκεν ἑταῖρος·
καί ῥα θοῶς Αἴαντα κατʼ ἀσπίδα πουλυβόειαν
οὔτασεν, ἀλλά οἱ οὔτι διήλασεν ἐς χρόα καλόν·
ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπʼ ἀσπίδι θώρηξ,
ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει.
Γλαῦκος δʼ οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ
Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,
καί οἱ ἐπευχόμενος μέγʼ ἀπείλεεν ἄφρονι θυμῷ·
Αἶαν, ἐπεί νύ σέ φασι μέγʼ ἔξοχον ἔμμεναι ἄλλων
Ἀργείων, σοὶ δʼ αἰὲν ἐπιφρονέουσι μάλιστα
ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι
οἴω συνθανέεσθαι ἐπʼ ἤματι τῷδε καὶ αὐτόν.
ὥς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη,
ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
