# τὰ μεθ᾿ Ὅμηρον 3.252-292

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 3, lines 3.252-3.292. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/3.252

τὸν δʼ ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας·
ἆ δείλʼ, οὔ νύ τι οἶδας, ὅσον σέο φέρτερος Ἕκτωρ
ἔπλετʼ ἐνὶ πτολέμοισι; μένος δʼ ἀλέεινε καὶ ἔγχος
ἡμέτερον· πινυτὲν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν.
σοὶ δʼ ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης
ἐς μόθον ἐλθέμεναι μέγʼ ἀμείνονί περ γεγαῶτι·
οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι,
οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο
νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα·
ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ σʼ ἔτʼ ἔγωγε
ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι.
ἦ ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἵ μετὰ σεῖο
μυίῃς οὐτιδανῇσιν ἐοικότες ἀΐσσουσιν
ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; ἄλλʼ ἄρα καὶ τοῖς
δώσω ἐπεσσύμενος θάνατον καὶ κῆρας ἐρεμνάς.
ὣς εἰπὼν Τρώεσσιν ἐνεστρωφᾶτο, λέων ὡς
ἐν κυσὶν ἀγρεντῇσι κατʼ ἄγκεα μακρὰ καὶ ὕλην.
πολλοὺς δʼ αἶψʼ ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι
Τρῶας ὁμῶς Λυκίοισι· περιτορομέοντο δὲ λαοί,
ἰχθύες ὡς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ
κήτεος ἤ δελφῖνος ἁλιτρεφέος μεγάλοιο
ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο
αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον· ἀλλʼ ἄρα καὶ ὥς
μάρναντʼ, ἀμφὶ δὲ νεκρὸνʼ Αχιλλέος ἄλλοθεν ἄλλοι
μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα,
κτείνοντʼ· οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα
Αἴας ὀβριμόθυμος· ὁ δʼ ὕπτιος ἀμφʼ Ἀχιλῆα
κάππεσεν, εὖτʼ ἐν ὄρεσσι περὶ στερεὴν δρύα θάμνος·
ὣς ὅ γε δουρὶ δαμεὶς περικάππεσε Πηλείωνι
βλήμενος· ἀμφὶ δὲ οἱ κρατερὸς πάϊς Ἀγχίσαο
πολλὰ πονησάμενος σὺν ἀρηιφίλοις ἑτάροισιν
εἴρυσεν ἐς Τρῶας, καὶ ἐς Ἰλίου ἱερὸν ἄστυ
δῶκε φέρειν ἑτάροισι μέγʼ ἀχνυμένοις περὶ θυμῷ.
αὐτὸς δʼ ἀμφʼ Ἀχιλῆι μαχέσκετο· τὸν δʼ ἄρα δουρὶ
μυῶνος καθύπερθεν ἀρήιος οὔτασεν Αἴας
χειρὸς δεξιτερῆς· ὁ δʼ ἄρʼ ἐσσυμένως ἀπόρουσεν
ἐξ ὀλοοῦ πολέμοιο, κίεν δʼ ἄφαρ ἄστεος εἴσω·
ἀμφὶ δέ οἱ πονέοντο περίφρονες ἰητῆρες,
οἵ ῥά οἱ αἷμα κάθηραν ἀφʼ ἕλκεος, ἄλλα τε πάντα
τεῦχον, ὅσʼ οὐταμένων ὀλοὰς ἀκέονται ἀνίας.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
