Ancient Greek
Book 3, lines 3.293-3.337
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 3.293-337
Not analysed yet
Αἴας δʼ αἰὲν ἐμάρνατʼ ἀλίγκιος ἀστεροπῇσι
κτείνων ἄλλοθεν ἄλλον, ἐπεὶ μέγα τείρετο θυμῷ
ἀχνύμενος κέαρ ἔνδον ἀνεψιοῖο δαμέντος.
ἄγχι δὲ Λαέρταο δαΐφρονος υἱὸς ἀμύμων
μάρνατο δυσμενέεσσι· φέβοντο δέ μιν μέγα λαοί.
κτεῖνε δὲ Πεισάνδροιο θοὸν καὶ ἀρήϊον υἷα
Μαίναλον, ὅς ναίεσκε περικλυτὸν οὖδας Ἀβύδου·
τῷ δʼ ἔπι δῖον ἔπεφνεν Ἀτύμνιον, ὅν ποτε Νύμφη
Πηγασὶς ἠΰκομος σθεναρῷ τέκεν Ἠμαθίωνι
Γρηνίκου ποταμοῖο παρὰ ῥόον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
Πρωτέος υἷα δάϊξεν Ὀρέσβιον, ὅς τε μακεδνῆς
Ἴδης ναιετάασκεν ὑπὸ πτύχας, οὐδέ ἑ μήτηρ
δέξατο νοστήσαντα περικλειτὴ Πανάκεια,
ἀλλʼ ἐδάμη παλάμῃσιν Ὀδυσσέος, ὅς τε καὶ ἄλλων
πολλῶν θυμὸν ἔλυσεν ὑπʼ ἔλχεϊ μαιμώωντι
κτείνων ὅν κε κίχῃσι περὶ νέκυν. ἀλλά μιν Ἄλκων
υἱὸς ἀρηϊθόοιο Μεγακλέος ἔγχεϊ τύψε
πὰρ γόνυ δεξιτερόν· περὶ δὲ κνημῖδα φαεινὴν
ἔβλυσεν αἷμα κελαινόν· ὁ δʼ ἕλκεος οὐκ ἀλέγιζεν,
ἀλλʼ ἄφαρ οὐτήσαντι κακὸν γένεθʼ, οὕνεκʼ ἄρʼ αὐτὸν
ἱέμενον πολέμοιο διʼ ἀσπίδος οὔτασε δουρί·
ὦσε δέ μιν μεγάλῃ τε βίῃ καὶ κάρτεϊ χειρὸς
ὕπτιον ἐς γαῖαν· κανάχησε δέ οἱ πέρι τεύχη
βλημένου ἐν κονίῃσι, περὶ μελέεσσι δὲ θώρηξ
δεύετο φοινήεντι λύθρῳ· ὁ δὲ λοίγιον ἔγχος
ἐκ χροὸς ἐξείρυσσε καὶ ἀσπίδος, ἕσπετο δʼ αἰχμῇ
θυμὸς ἀπὸ μελέων, ἔλιπεν δέ μιν ἄμβροτος αἰών.
τοῦ δʼ ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς,
οὐδʼ ἀπέληγε μόθοιο δυσηχέος. ὥς δὲ καὶ ἄλλοι
πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφʼ Ἀχιλῆα
προφρονέως ἐμάχοντο, πολύν δʼ ὑπὸ χείρεσι λαὸν
ἐσσυμένως ἐδάϊζον ἐϋξέστῃς μελίῃσιν.
εὖτʼ ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται
λάβρον ἐπιβρίσαντες ἀνʼ ἄλσεα ὑλήεντα
ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι·
ὥς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι·
μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος,
ἐκπάγλως δʼ Αἴαντι δαΐφρονι· τοὔνεκʼ ἄρʼ ἔμπης
Τρῶας ἄδην ἐδάϊζε κακῇ ἐναλίγκοις Αἴσῃ.
τῷ δʼ ἔπι τόξ̓ ἐτίταινε Πάρις· τὸν δʼ αἶψα νοήσας
κάββαλε χερμαδίῳ κατὰ κράατος· ἐν δʼ ἄρʼ ἔθλασσεν
ἀμφίφαλον κυνέην ὀλοὸς λίθος· ἀμφὶ δέ μιν νὺξ
μάρψεν. ὁ δʼ ἐν κονίῃσι κατήριπεν, οὐδέ οἱ ἰοὶ
ἤρκεσαν ἱεμένῳ· ἐκέχυντο δʼ ἄρʼ ἄλλυδις ἄλλοι
ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη·