# τὰ μεθ᾿ Ὅμηρον 3.379-423

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 3, lines 3.379-3.423. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/3.379

ὣς οἵ γʼ ἀμφοτέρωθε κακῷ δμηθέντες ὀλέθρῳ
κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο
πρηνέες· οὐδέ τι Τρῶας Ἀχαιῶν φέρτατοι υἷες
σύλεον ἐν κονίῃσι καὶ αἵματι δῃωθέντας,
πρὶν Πηλήιον υἷα πυρῇ δόμεν, ὅς σφιν ὄνειαρ
ἔπλετʼ ἐνὶ πτολέμοισιν ἑῷ μέγα κάρτεϊ θύων.
τοὔνεκά μιν βασιλῆες ἀπὸ πτολέμου ἐρύσαντες
ἀμφὶ νέκυν πονέοντο ἀπείριτον, εὖ δὲ φέροντες
κάτθεσαν ἐν κλισίῃσι νεῶν προπάροιθε θοάων·
ἀμφὶ δέ μιν μάλα πάντες ἀγειράμενοι στενάχοντο
ἀχνύμενοι κατὰ θυμόν· ὃ γὰρ πέλε κάρτος Ἀχαιῶν,
καὶ τότʼ ἐνὶ κλισίῃσι λελασμένος ἐγχειάων
κεῖτο βαρυγδούποιο παρʼ ᾐόσιν Ἑλλησπόντου,
οἷος ὑπερφίαλος Τιτυὸς πέσεν, ὁππότε Λητὼ
ἐρχομένην Πυθώδε βιάζετο, καί ἑ χολωθεὶς
ἀκάματόν περ ἐόντα θοῶς ὑπεδάμνατʼ Ἀπόλλων
λαιψηροῖς βελέεσσιν, ὁ δʼ ἀργαλέῳ ἐνὶ λύθρῳ
πουλυπέλεθρος ἔκειτο κατὰ χθονὸς εὐρυπέδοιο
μητρὸς ἑῆς· ἡ δʼ υἷα περιστονάχησε πεσόντα
ἐχθόμενον μακάρεσσι, γέλασσε δὲ πότνια Λητώ·
τοῖος ἄρʼ Αἰακίδης δηΐων ἐπικάππεσε γαίῃ
χάρμα φέρων Τρώεσσι, γόον δʼ ἀλίαστον Ἀχαιῶν
λαῷ μυρομένων· περὶ δʼ ἔβρεμε βένθεα πόντου.
θυμὸς δʼ αὐτίκα πᾶσι κατεκλάσθη φίλος ἔνδον
ἐλπομένων κατὰ δῆριν ὑπὸ Τρώεσσιν ὀλέσθαι·
μνησάμενοι δʼ ἄρα τοί γε φίλων παρὰ νηυσὶ τοκήων,
τοὺς λίπον ἐν μεγάροισι, νεοδμήτων τε γυναικῶν,
αἵ που ὀδυρόμεναι μίνυθον κενεοῖς λεχέεσσι
νηπιάχοις σὺν παισὶ φίλους ποτιδέγμεναι ἄνδρας,
μᾶλλον ἀνεστενάχοντο· γόου δʼ ἔρος ἔμπεσε θυμῷ·
κλαῖον δʼ αὖτʼ ἀλίαστον ἐπὶ ψαμάθοισι βαθείῃς
πρηνέες ἐκχύμενοι μεγάλῳ περὶ Πηλείωνι
χαίτας ἐκ κεφαλῆς προθελύμνους δηϊόωντες,
χευάμενοι δʼ ᾔσχυναν ἄδην ψαμάθοισι κάρηνα.
οἵη δʼ ἐκ πολέμοιο βροτῶν ἐς τεῖχος ἀλέντων
οἰμωγὴ πέλεται, ὅτε δήϊοι ἐμμεμαῶτες
καίωσιν μέγα ἄστυ, κατακτείνωσι δὲ λαοὺς
πανσυδίῃ, πάντῃ δὲ διὰ κτῆσιν φορέωνται·
τοίη τις παρὰ νηυσὶν Ἀχαιῶν ἔπλετʼ ἀϋτή,
οὕνεκʼ ἀοσσητὴρ Δαναῶν πάϊς Αἰακίδαο
κεῖτο μέγας παρὰ νηυσὶ θεοκμήτοισι βελέμνοις,
οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη
Τρώων ἐν πεδίῳ πολυαλθέϊ κάββαλε πέτρῃ.
Μυρμιδόνες δʼ ἄλληκτον ἀνεστενάχοντʼ Ἀχιλῆα
εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
