# τὰ μεθ᾿ Ὅμηρον 3.424-472

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 3, lines 3.424-3.472. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/3.424

ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος·
οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐδʼ ὀλοόφρων,
ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντʼ ἐκέκαστο.
Αἴας δʼ ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει
πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα,
βλήμενον ἐκ θεόφιν· θνητῶν γε μὲν οὔτινι βλητὸς
ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο.
τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας,
ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος
ἐσφοιτῶν, ὁτὲ δʼ αὖτε παρὰ ψαμάθοισι θαλάσσης
ἐκχύμενος μάλα πουλύς, ἔπος δʼ ὀλοφύρατο τοῖον·
ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,
κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο
ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ,
τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν·
οὐ γάρ τις πίσυνός γε σάκος μέγα νωμήσασθαι
ἠδὲ περὶ κροτάφοισιν ἐπισταμένως ἐς Ἄρηα
εὖ θέσθαι πήληκα καὶ ἐν παλάμῃ δόρυ πῆλαι
καὶ χαλκὸν δηΐοισι περὶ στέρνοισι δαΐξαι
ἰοῖσίν γʼ ἀπάνευθεν ἀπεσσύμενος πολεμίζει·
εἰ γάρ σευ κατέναντα τότʼ ἤλυθεν, ὅς σʼ ἔβαλέν περ,
οὐκ ἄν ἀνουτητί γε τεοῦ φύγεν ἔγχεος ὁρμήν·
ἀλλὰ Ζεὺς τάχα που τάδε μήδετο πάντʼ ἀπολέσσαι,
ἡμέων δʼ ἐν καμάτοισιν ἐτώσια ἔργα τίθησιν·
ἤδη γὰρ Τρώεσσι κατʼ Ἀργείων τάχα νίκην
νεύσει, ἐπεὶ τόσσον περ Ἀχαιῶν ἕρκος ἀπηύρα.
ὦ πόποι, ὡς ἄρα πάγχυ γέρων ἐν δώμασι Πηλεύς
ὀχθήσει μέγα πένθος ἀτερπέϊ γήραϊ κύρσας·
αὐτὴ μὲν φήμη μιν ἀπορραίσει τάχα θυμόν·
ὧδε δέ οἱ καὶ ἄμεινον ὀϊζύος αἶψα λαθέσθαι·
εἰ δέ κεν οὐ φθίσῃ ἑ κακὴ περὶ υἱέος ὄσσα,
ἆ δειλὸς χαλεποῖς ἐνὶ πένθεσι γῆρας ἰάψει
αἰὲν ἐπʼ ἐσχαρόφιν βίοτον κατέδων ὀδύνῃσι,
Πηλεύς, ὃς μακάρεσσι φίλος περιώσιον ἦεν·
ἀλλʼ οὐ πάντα τελοῦσι θεοὶ μογεροῖσι βροτοῖσιν.
ὣς ὁ μὲν ἀσχαλόων ὀλοφύρετο Πηλείωνα.
Φοῖνιξ δʼ δὖθʼ ὁ γεραιὸς ἀάσπετα κωκύεσκεν
ἀμφιχυθεὶς δέμας ἠῢ θρασύφρονος Αἰακίδαο·
καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνύμενος πινυτὸν κῆρ·
ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἄχος αἰὲν ἄφυκτον
κάλλιπες· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
πρὶν σέο πότμον ἰδέσθαι ἁμείλιχον· οὐ γὰρ ἔμοιγε
ἄλλο χερειότερον ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα,
οὐδʼ ὅτε πατρίδʼ ἐμὴν λιπόμην ἀγανούς τε τοκῆας
φεύγων ἐς Πηλῆα διʼ Ἑλλάδος, ὅς μʼ ὑπέδεκτο,
καί μοι δῶρα πόρεν, Δολόπεσσι δὲ θῆκεν ἀνάσσειν
καὶ σέ γʼ ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον
κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε
νηπίαχον κομέειν, ὡσεὶ φίλον υἷα γεγῶτα·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
