# τὰ μεθ᾿ Ὅμηρον 3.473-511

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 3, lines 3.473-3.511. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/3.473

τῷ πιθόμην· σὺ δʼ ἐμοῖσι περὶ στέρνοισι γεγηθὼς
πολλάκι παππάζεσκες ἔτʼ ἄκριτα χείλεσι βάζων,
καί μευ νηπιέῃσιν ἄδην ἐνὶ σῇσι δίηνας
στήθεά τʼ ἠδὲ χιτῶνας· ἔχον δέ σε χερσὶν ἐμῇσι
πολλὸν καγχαλόων, ἐπεὶ ἦ νύ μοι ἦτορ ἐώλπει
θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ.
καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα.
νῦν δὲ σύγʼ οἴχῃ ἄϊστος ὑπὸ ζόφον· ἀμφὶ δʼ ἐμὸν κῆρ
ἄχνυτʼ ὀϊζυρῶς, ἐπεὶ ἦ νύ με κῆδος ἰάπτει
λευγαλέον· τὸ καὶ εἴθε καταφθίσειε γοῶντα
πρὶν Πηλῆα πυθέσθαι ἀμύμονα, τόν περ ὀΐω
κωκύσειν ἀλίαστον, ὅτʼ ἀμφί ἑ φῆμις ἵκηται·
οἴκτιστον γὰρ νῶιν ὑπὲρ σέθεν ἔσσεται ἄλγος
πατρί τε σῷ καὶ ἐμοί, τοί περ μέγα σεῖο θανόντος
ἀχνύμενοι τάχα γαῖαν ὑπὲρ Διὸς ἄσχετον Αἶσαν
δυσόμεθʼ ἐσσυμένως· καί κεν πολὺ λώιον εἴη,
ἢ ζώειν ἀπάνευθεν ἀοσσητῆρος ἑοῖο.
ἦ ῥʼ ὁ γέρων ἀλίαστον ἐνὶ φρεσὶ πένθος ἀέξων.
πὰρ δέ οἱ Ἀτρείδης ὀλοφύρετο δάκρυα χεύων·
ᾤμωξεν δʼ ὀδύνῃσι μέγʼ αἰθόμενος κέαρ ἔνδον·
ὤλεο, Πηλείδη, Δαναῶν μέγα φέρτατε πάντων,
ὤλεο, καὶ στρατὸν εὐρὺν ἀνερκέα θῆκας Ἀχαιῶν·
ῥηίτεροι δʼ ἄρα σεῖο καταφθιμένοιο πέλονται
δυσμενέσιν· σὺ δὲ χάρμα πεσὼν μέγα Τρωσὶν ἔθηκας,
οἵ σε πάρος φοβέοντο λέονθʼ ὡς αἰόλα μῆλα·
νῦν δʼ ἐπὶ νηυσὶ θοῇσι λιλαιόμενοι μαχέονται.
Ζεῦ πάτερ, ἦ ῥά τι καὶ σὺ βροτοὺς ψευδέσσι λόγοισι
θέλγεις, ὃς κατένευσας ἐμοὶ Πριάμοιο ἄνακτος
ἄστυ διαπραθέειν, νῦν δʼ οὐ τελέεις ὅσʼ ὑπέστης,
ἀλλὰ λίην ἀπάφησας ἐμὰς φρένας· οὐ γὰρ ὀΐω
εὑρέμεναι πολέμοιο τέκμωρ φθιμένου Ἀχιλῆος.
ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
κώκυον ἐκ θυμοῖο θρασὺν περὶ Πηλείωνα·
τοῖς δʼ ἄρʼ ἐπεβρόμεον νῆες περιμυρομένοισιν·
ἠχὴ δʼ ἄσπετος ὦρτο διʼ αἰθέρος ἀκαμάτοιο.
ὡς δʼ ὅτε κύματα μακρὰ βίῃ μεγάλου ἀνέμοιο
ὀρνύμενʼ ἐκ πόντοιο πρὸς ἠιόνας φορέονται
σμερδαλέον, πάντη δἐ προσαγνυμένης ἁλὸς αἰεὶ
ἀκταὶ ὁμῶς ῥηγμῖσιν ἀπειρέσιαι βοόωσι·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
