# τὰ μεθ᾿ Ὅμηρον 3.559-601

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 3, lines 3.559-3.601. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/3.559

τοῖον δʼ ἔκφατο μῦθον ὀϊζυρὸν γοόωσα·
ὦ μοι ἐγὼ πάντων περιώσιον αἰνὰ παθοῦσα·
οὐ γάρ μοι τόσσον περ ἐπήλυθεν ἄλλο τι πῆμα,
οὔτε κασιγνήτων οὔτʼ εὐρυχόρου περὶ πάτρης,
ὅσσον σεῖο θανόντος· ἐπεὶ σύ μοι ἱερὸν ἦμαρ
καὶ φάος ἠελίοιο πέλες καὶ μείλιχος αἰὼν
ἐλπωρή τʼ ἀγαθοῖο καὶ ἄσπετον ἄλκαρ ἀνίης
πάσης τʼ ἀγλαΐης πολὺ φέρτερος ἠδὲ τοκήων
ἔπλεο· πάντα γάρ οἶος ἔης δμωῇ περ ἐούσῃ·
καί ῥά μʼ ἔθηκας ἄκοιτιν ἐλὼν ἄπο δούλια ἔργα.
νῦν δέ τις ἐν νήεσσιν Ἀχαιῶν ἄξεται ἄλλος
Σπάρτην εἰς ἐρίβωλον ἤ ἐς πολυδίψιον Ἄργος·
καί νύ κεν ἀμφιπολεῦσα κακὰς ὑποτλήσομʼ ἀνίας
σεῦ ἀπονοσφισθεῖσα δυσάμμορος· ὡς ὄφελόν με
γαῖα χυτή ἐκάλυψε, πάρος δέο πότμον ἰδέσθαι.
ὣς ἡ μὲν δμηθέντʼ ὀλοφύρετο Πηλείωνα
δμωῇς σὺν μογερῇσι καί ἀχνυμένοισιν Ἀχαιοῖς
μυρομένη καὶ ἄνακτα καὶ ἀνέρα· τῆς δʼ ἀλεγεινὸν
οὔποτʼ ἐιέρσετο δάκρυ, κατείβετο δʼ ἄχρις ἐπʼ οὖδας
ἐκ βλεφάρων, ὡσεί τε μέλαν κατὰ πίδακος ὕδωρ
πετραίης, ἦς πουλὺς ὕπερ παγετός τε χιών τε
ἐκκέχυται στυφελοῖο κατʼ οὔδεος, ἀμφὶ δὲ πάχνη
τήκεθʼ ὁμῶς εὔρῳ τε καὶ ἠελίοιο βολῇσι.
καὶ τότε δή ῥʼ ἐσάκουσαν ὀρινομένοιο γόοιο
θυγατέρες Νηρῆος, ὅσαι μέγα βένθος ἔχουσι·
πάσῃσιν δʼ ἀλεγεινόν ὑπὸ κραδίην πέσεν ἄλγος·
οἰκτρὸν δʼ ἐστονάχησαν, ἐπίαχε δʼ Ἑλλήσποντος·
ἀμφὶ δὲ κυανέοισι καλυψάμεναι χρόα πέπλοις
ἐσσυμένως οἴμησαν, ὅπῃ στόλος ἔπλετ’Ἀχαιῶν,
πανσυδίῃ πολιοῖο διʼ οἴδματος· ἀμφὶ δʼ ἄρα σφι
νισσομένῃσι θάλασσα διίστατο· ταὶ δʼ ἐρέροντο
κλαγγηδόν, κραιπνῇσιν ἐειδόμεναι γεράνοισιν
ὀσσομένῃς μέγα χεῖμα· περιστενάχοντο δὲ λυγρὸν
κήτεα μυρομένῃσιν· ἔσαν δʼ ἄφαρ ᾗχι νέοντο
παῖδα κασιγνήτης κρατερόφρονα κωκύουσαι
ἐκπάγλως. Μοῦσαι δὲ θοῶς Ἑλικῶνα λιποῦσαι
ἤλυθον ἄλγος ἄλαστον ἐνὶ στέρνοισιν ἔχουσαι
ἀρνύμεναι τιμήν ἑλικώπιδι Νηρηίνῃ·
Ζεύς δὲ μέγʼ Ἀργείοισι καὶ ἄτρομον ἔμβαλε θάρσος,
ὄφρα μὴ ἐσθλὸν ὅμιλον ὑποδδείσωσι θεάων
ἀμφαδὸν ἀθρήσαντες ἀνά στρατόν· αἱ δʼ Ἀχιλῆος
ἀμφὶ νέκυν στενάχοντο καὶ ἀθάνατοί περ ἐοῦσαι
πᾶσαι ὁμῶς· ἀκταὶ δὲ περίαχον Ἑλλησπόντου·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
