# τὰ μεθ᾿ Ὅμηρον 3.602-641

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 3, lines 3.602-3.641. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/3.602

δεύετο δὲ χθὼν πᾶσα περὶ νέκυν Αἰακίδαο
δάκρυσιν· ὥς μέγα πένθος ἀνέστενον· ἀμφὶ δὲ λαῶν
μυρομένων δακρύοισι φορύνετο τεύχεα πάντα
καὶ κλισίαι καὶ νῆες, ἐπεὶ μέγα πένθος ὀρώρει.
μήτηρ δʼ ἀμφιχυθεῖσα κύσε στόμα Πηλείωνος
παιδὸς ἑοῦ, καὶ τοῖον ἔπος φάτο δακρυχέουσα·
γηθείτω ῥοδόπεπλος ἀνʼ οὐρανόν Ἠριγένεια,
γηθείτω φρεσὶν ᾖσι μεθεὶς χόλον Ἀστεροπαίου
ἄξιος εὐρυρέεθρος ἰδὲ Πριάμοιο γενέθλη·
αὐτάρ ἐγὼ πρὸς Ὄλυμπον ἀφίξομαι, ἀμφί δὲ ποσσὶ
κείσομαι ἀθανάτοιο Διὸς μεγάλα στενάχουσα,
οὕνεκά μʼ οὐκ ἐθέλουσαν ὑπʼ ἀνέρι δῶκε δαμῆναι,
ἀνέρι, τὸν τάχα γῆρας ἀμείλιχον ἀμφιμέμαρπε,
κῆρές τʼ ἐγγὺς ἔασι τέλος θανάτοιο φέρουσαι.
ἀλλά μοι οὐ κείνοιο μέλει τόσον, ὡς Ἀχιλῆος,
ὅν μοι Ζεύς κατένευσεν ἐν Αἰακίδαο δόμοισιν
ἴφθιμον θήσειν, ἐπεὶ οὔτι μοι ἥνδανεν εὐνή·
ἀλλʼ ὁτὲ μὲν ζαὴς ἄνεμος πέλον, ἄλλοτε δʼ ὕδωρ,
ἄλλοτε δʼ οἰωνῷ ἐναλίγκιος ἤ πυρὸς ὁρμῇ·
οὐδέ με θνητός ἀνὴρ δύνατʼ ἐν λεχέεσσι δαμάσσαι
φαινομένην, ὅσα γαῖα καὶ οὐρανὸς ἐντὸς ἐέργει,
μέσφʼ ὅτε μοι κατένευσεν Ὀλύμπιος υἱέα δῖον
ἔκπαγλον θήσειν καὶ ἀρήϊον. ἀλλὰ τὰ μέν που
ἀτρεκέως ἐτέλεσσεν· ὁ γὰρ πέλε φέρτατος ἀνδρῶν·
ἀλλά μιν ὠκύμορον ποιήσατο καί μʼ ἀκάχησε.
τοὔνεκʼ ἐς οὐρανὸν εἶμι· Διὸς δʼ ἐς δώματʼ ίοῦσα
κωκύσω φίλον υἷα, καὶ ὁππόσα πρόσθʼ ἐμόγησα
ἀμφʼ αὐτῷ καὶ παισὶν ἀεικέα τειρομένοισι
μνήσω ἀκηχεμένη, ἵνα οἱ σὺν θυμὸν ὀρίνω.
ὣς ἔφατʼ αἰνὰ γοῶσʼ ἁλίη Θέτις· ἡ δέ οἱ αὐτὴ
Καλλιόπη φάτο μῦθον ἀρηραμένη φρεσὶ θυμόν·
ἴσχεο κωκυτοῖο, θεὰ Θέτι, μηδʼ ἀλύουσα
εἵνεκα παιδός ἑοῖο θεῶν μεδέοντι καὶ ἀνδρῶν
σκύεο· καὶ γὰρ Ζηνὸς ἐριβρεμέταο ἄνακτος
υἷες ὁμῶς ἀπόλοντο κακῇ περὶ κηρὶ δαμέντες·
κάτθανε δʼ υἱὸς ἐμεῖο καὶ αὐτῆς ἀθανάτοιο
Ὀρφεύς, οὖ μολπῇσιν ἐφέσπετο πᾶσα μὲν ὕλη,
πᾶσα δʼ ἄρʼ ὀκριόεσσα πέτρη ποταμῶν τε ῥέεθρα
πνοιαί τε λιγέων ἀνέμων ἀμέγαρτον ἀέντων
οἰωνοί τε θοῇσι διεσσύμενοι πτερύγεσσιν·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
