# τὰ μεθ᾿ Ὅμηρον 3.642-686

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 3, lines 3.642-3.686. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/3.642

ἀλλʼ ἔτλην μέγα πένθος, ἐπεὶ θεὸν οὔτι ἔοικεν
πένθεσι λευγαλέοισι καὶ ἄλγεϊ θυμὸν ἀχεύειν.
τῷ σε καὶ ἀχνυμένην μεθέτω γόος υἱέος ἐσθλοῦ·
καὶ γάρ οἱ κλέος αἰὲν ἐπιχθονίοισιν ἀοιδοὶ
καὶ μένος ἀείσουσιν ἐμῇ τʼ ἰότητι καὶ ἄλλων
Πιερίδων· σὺ δὲ μή τι κελαινῷ πένθεϊ θυμὸν
δάμνασο θηλυτέρῃσιν ἴσον γοόωσα γυναιξίν.
ἦ οὐκ ἀΐεις ὅτι πάντας, ὅσοι χθονὶ ναιετάουσιν,
ἀνθρώπους ὀλοὴ περιπέπταται ἄσχετος Αἶσα
οὐδὲ θεῶν ἀλέγουσα; τόσον σθένος ἔλλαχε μούνη·
ἢ καὶ νῦν Πριάμοιο πολυχρύσοιο πόληα
ἐκπέρσει Τρώων τε καὶ Ἀργείων ὀλέσασα
ἀνέρας, ὅν κʼ ἐθέλῃσι· θεῶν δʼ οὔτις μιν ἐρύξει.
ὣς φάτο Καλλιόπη πινυτὰ φρεσὶ μητιόωσα.
ἠέλιος δʼ ἀπόρουσεν ἐς ὠκεανοῖο ῥέεθρα,
ὦρτο δὲ νὺξ μεγάλοιο κατʼ ἠέρος ὀρφνήεσσα,
ἥ τε καὶ ἀχνυμένοισι πέλει θνητοῖσιν ὄνειαρ.
αὐτοῦ δʼ ἐν ψαμάθοισιν Ἀχαιῶν ἔδραθον υἷες
ἰλαδὸν ἀμφὶ νέκυν μεγάλῃ βεβαρηότες ἄτῃ·
ἀλλʼ οὐχ ὕπνος ἔμαρπτε θεήν Θέτιν· ἄγχι δέ παιδὸς
ἧστο σὺν ἀθανάτῃς Νηρηίσιν· ἀμφὶ δὲ Μοῦσαι
ἀχνυμένην ἀνὰ θυμὸν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
πολλὰ παρηγορέεσκον, ὅπως λελάθοιτο γόοιο.
ἀλλʼ ὅτε καγχαλόωσα διʼ αἰθέρος ἤλυθεν ἠὼς
λαμπρότατον πᾶσίν τε φάος Τρῶεσσι φέρουσα
καὶ Πριάμῳ—Δαναοὶ δὲ μέγʼ ἀχνύμενοι Ἀχιλῆα
κλαῖον ἐπʼ ἤματα πολλά, περιστενάχοντο δὲ μακραὶ
ἠιόνες πόντοιο, μέγας δʼ ὀλοφύρετο Νηρεὺς
ἦρα φέρων κούρῃ Νηρηίδι, σὺν δέ οἱ ἄλλοι
εἰνάλιοι μύροντο θεοὶ φθιμένου Ἀχιλῆος—
καὶ τότε δὴ μεγάλοιο νέκυν Πηληιάδαο
Ἀργεῖοι πυρὶ δῶκαν ἀάσπετα νηήσαντες
δοῦρα, τά οἱ φορέοντες ἀπʼ οὔρεος Ἰδαίοιο
πάντες ὁμῶς ἐμόγησαν, ἐπεί σφεας ὀτρύνοντες
Ἀτρεῖδαι προέηκαν ἀπείριτον οἰσέμεν ὕλην,
ὄφρα θοῶς καίοιτο νέκυς κταμένου Ἀχιλῆος.
ἀμφὶ δὲ τεύχεα πολλὰ πυρῇ περινηήσαντο
αἰζηῶν κταμένων, πολλοὺς δʼ ἐφύπερθε βάλοντο
Τρώων δῃώσαντες ὁμῶς περικαλλέας υἷας
ἵππους τε χρεμέθοντας ἐϋσθενέας θʼ ἅμα ταύρους,
σὺν δʼ ὄϊάς τε σύας τʼ ἔβαλον βρίθοντας ἀλοιφῇ·
φάρεα δʼ ἐκ χηλῶν φέρον ἄσπετα κωκύουσαι
δμωιάδες, καὶ πάντα πυρῆς καθύπερθε βάλοντο,
χρυσόν τʼ ἤλεκτρόν τʼ ἐπενήεον· ἀμφί δέ χαίτας
Μυρμιδόνες κείραντο, νέκυν δʼ ἐκάλυψαν ἄνακτος·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
