Ancient Greek
Book 3, lines 3.687-3.729
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 3.687-729
Not analysed yet
καὶ δʼ αὐτὴ Βρισηὶς ἀκηχεμένη περὶ νεκρῷ
κειραμένη πλοκάμους πύματον πόρε δῶρον ἄνακτι.
πολλοὺς δʼ ἀμφιφορῆας ἀλείφατος ἀμφεχέοντο,
ἄλλους δʼ ἀμφὶ πυρῇ μέλιτος θέσαν ἠδὲ καὶ οἴνου
ἡδέος, οὗ μέθυ λαρὸν ὀδώδεε νέκταρι ἶσον.
ἄλλα δὲ πολλὰ βάλοντο θυώδεα θαῦμα βροτοῖσιν,
ὅσσα χθὼν φέρει ἐσθλὰ καὶ ὁππόσα δῖα θάλασσα.
Ἀλλʼ ὅτε δὴ περὶ πάγχυ πυρὴν διεκοσμήσαντο,
πεζοὶ ἅμʼ ἱππήεσσι σὺν ἔντεσιν ἐρρώσαντο
ἀμφὶ πυρὴν πολύδακρυν. ὁ δʼ ἔκποθεν Οὐλύμποιο
Ζεὺς ψεκάδας κατέχευεν ὑπὲρ νέκυν Αἰακίδαο
ἀμβροσίας, δίῃ δὲ φέρων Νηρηίδι τιμὴν
Ἑρμείην προέηκεν ἐς Αἴολον, ὄφρα καλέσσῃ
λαιψηρῶν ἀνέμων ἱερὸν μένος· ἦ γὰρ ἔμελλε
καίεσθʼ Αἰακίδαο νέκυς. τοῦ δʼ αἶψα μολόντος
Αἴολος οὐκ ἀπίθησε· καλεσσάμενος δʼ ἀλεγεινὸν
καρπαλίμως Βορέην Ζεφύροιό τε λάβρον ἀήτην
ἐς Τροίην προέηκε θοῇ θύοντας ἀέλλῃ·
οἱ δὲ θοῶς οἴμησαν ὑπὲρ πόντοιο φέρεσθαι
ῥιπῇ ἀπειρεσίῃ· περὶ δʼ ἴαχεν ἐσσυμένοισι
πόντος ὁμοῦ καὶ γαῖα· περικλονέοντο δʼ ὔπερθε
πάντα νέφη μεγάλοιο διʼ ἠέρος ἀΐσσοντα.
οἱ δὲ Διὸς βουλῇσι δαϊκταμένου Ἀχιλῆος
αἶψα πυρῇ ἐνόρουσαν ἀολλέες, ὦρτο δʼ ἀϋτμὴ
Ἡφαίστου μαλεροῖο· γόος δʼ ἀλίαστος ὀρώρει
Μυρμιδόνων· ἄνεμοι δὲ καὶ ἐσσύμενοί περ ἀέλλῃ
πᾶν ἦμαρ καὶ νύκτα νέκυν περιποιπνύοντες
καῖον ἐϋπνείοντες ὁμῶς· ἀνὰ δʼ ἔγρετο πουλὺς
καπνὸς ἔς ἠέρα δῖαν, ἐπέστενε δʼ ἄσπετος ὕλη
δαμναμένη πυρὶ πᾶσα, μέλαινα δὲ γίνετο τέφρη.
οἱ δὲ μέγʼ ἐκτελέσαντες ἀτειρέες ἔργον ἀῆται
εἰς ἑὸν ἄντρον ἕκαστος ὁμοῦ νεφέεσσι φέροντο.
Μυρμιδόνες δʼ, ὅτʼ ἄνακτα πελώριον ὕστατον ἄλλων
ἤνυσε πῦρ ἀΐδηλον ἀποκταμένων περὶ νεκρῷ
ἵππων τʼ αἰζηῶν τε, καὶ ἄλλʼ ὅσα δακρυχέοντες
ὄβριμον ἀμφὶ νέκυν κειμήλια θῆκαν Ἀχαιοί,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτοῦ
φαίνετʼ ἀριφραδέως, ἐπεὶ οὐχ ἑτέροισιν ὁμοῖα
ἦν, ἀλλʼ οἷα Γίγαντος ἀτειρέος, οὐδὲ μὲν ἄλλα
σὺν κείνοις ἐμέμικτʼ ,ἐπεὶ ἦ βόες ἠδὲ καὶ ἵπποι
καὶ παῖδες Τρώων μίγδα κταμένοισι καὶ ἄλλοις
βαιὸν ἄπωθε κέοντο περὶ νέκυν, ὃς δʼ ἐνὶ μέσσοις
ῥιπῇ ὕφʼ Ἡφαίστοιο δεδμημένος οἶος ἔκειτο.