Ancient Greek
Book 3, lines 3.83-3.124
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 3.83-124
Not analysed yet
ἦ καὶ λυγρὸν ὀϊστὸν ἀμειλίκτοισι χέρεσσιν
ἕλκεος ἐξείρυσσεν ἀναλθέος· ἐκ δέ οἱ αἷμα
ἔσσυτο τειρομένοιο· πότμος δέ οἱ ἦτορ ἐδάμνα.
ἀσχαλόων δʼ ἔρριψε βέλος· τὸ δʼ ἄρʼ αἶψα κιοῦσαι
πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι
ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον· οὐ γὰρ ἐῴκει
ἄμβροτον ἰὸν ὀλέσθαι ἀπʼ ἀθανάτοιο μολόντα.
δεξάμενος δʼ ὅ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον
ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ᾗχι μάλιστα
πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν·
οἱ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι
οἱ δʼ αὖτʼ Ἀργείοις, διὰ δʼ ἄνδιχα μητιόωντες
δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένους τε.
τὸν δʼ ὁπότʼ εἰσενόησε Διὸς πινυτὴ παράκοιτις,
αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσιν·
Φοῖβε, τί ἢ τόδʼ ἔρεξας ἀτάσθαλον ἤματι τῷδε,
λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ
ἀντιθέῳ Πηλῆι συνήρσαμεν; ἐν δὲ σὺ μέσσοις
δαινυμένοις ἤειδες, ὅπως Θέτιν ἀργυρόπεζαν
Πηλεὺς ἤγετʼ ἄκοιτιν ἁλὸς μέγα λαῖτμα λιποῦσαν,
καί σευ φορμίζοντος ἐπήιεν ἀθρόα φῦλα,
θῆρές τʼ οἰωνοί τε βαθυσκόπελοί τε κολῶναι
καὶ ποταμοὶ καὶ πᾶσα βαθύσκιος ἤιεν ὕλη.
ἀλλὰ τά γʼ ἐξελάθου, καὶ ἀμείλιχον ἔργον ἔρξας
κτείνας ἀνέρα δῖον, ὃν ἀθανάτοισι σὺν ἄλλοίς
νέκταρ ἀποσπένδων ἠρήσαο παῖδα γενέσθαι
ἐκ Θέτιδος Πηλῆι· τεῆς δʼ ἐπελήσαο ἀρῆς
ἦρα φέρων λαοῖσι κραταιοῦ Λαομέδοντος,
ᾧ πάρα βουκολέεσκες· ὁ δʼ ἀθάνατόν περ ἐόντα
θνητὸς ἐὼν ἀκάχιζε· σὺ δʼ ἀφρονέων ἐνὶ θυμῷ
ἦρα φέρεις Τρώεσσι λελασμένος ὅσσʼ ἐμόγησας.
σχέτλιος, οὔ νύ τι οἶδας ἐνὶ φρεσὶ λευγαλέῃσιν,
οὔθʼ ὅτις ἀργαλέος καὶ ἐπάξιος ἄλγεα πάσχειν,
οὔθʼ ὅτις ἀθανάτοισι τετιμένος· ἦ γὰρ Ἀχιλλεὺς
ἤπιος ἄμμι τέτυκτο καὶ ἐξ ἡμέων γένος ἦεν.
ἀλλʼ οὐ μὰν Τρώεσσιν ἐλαφρότερον πόνον οἴω
ἔσσεσθʼ Αἰακίδαο δεδουπότος, οὕνεκʼ ἄρʼ αὐτοῦ
υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆριν
Ἀργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν
πατρὶ ἑῷ· πολέσιν δὲ κακὸν δηίοισι πελάσσει.
ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται, ἀλλʼ Ἀχιλῆι
ἀμφʼ ἀρετῆς ἐμέγηρας, ἐπεὶ πέλε φἐρτατος ἀνδρῶν;