Ancient Greek
Book 4, lines 4.128-4.168
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 4.128-168
Not analysed yet
τοὔνεκʼ ἐνὶ μέσσοισιν ἐΰφρονα Νηρηίνην
ὕμνεεν, ὡς Πάσῃσι μετέπρεπεν εἰναλίῃσιν
εἵνεκʼ ἐϋφροσύνης τε καὶ εἴδεος· ἡ δʼ ἀΐουσα
τέρπεθʼ· ὁ δʼ ἱμερόεντα γάμον Πηλῆος ἔνισπε,
τόν ῥά οἱ ἀθάνατοι μάκαρες συνετεκτήναντο
Πηλίου ἀμφὶ κάρηνα, καὶ ἄμβροτον ὡς ἐπάσαντο
δαῖτα παρʼ εἰλαπίνῃσιν, ὅτʼ εἴδατα θεῖα φέρουσαι
χερσὶν ὑπʼ ἀμβροσίῃσι θεαὶ παρενήνεον Ὧραι
χρυσείοις κανέοισι, Θέμις δʼ ἄρα καγχαλόωσα
ἀργυρέας ἐτίταινεν ἐπισπέρχουσα τραπέζας,
πῦρ δʼ Ἥφαιστος ἔκαιεν ἀκήρατον, ἀμφὶ δὲ Νύμφαι
ἀμβροσίην ἐκέραιον ἐνί χρυσέοισι κυπέλλοις,
αἱ δʼ ἄρʼ ἐς ὀρχηθμὸν Χάριτες τράπεν ἱμερόεντα,
Μοῦσαι δʼ ἐς μολπήν, ἐπετέρπετο δʼ οὔρεα πάντα
καὶ ποταμοὶ καὶ θῆρες, ἰαίνετο δʼ ἄφθιτος αἰθὴρ
ἄντρα τε Χείρωνος περικαλλέα καὶ θεοὶ αὐτοί.
καὶ τὰ μὲν ἂρ Νηλῆος ἐῢς πάϊς Ἀργείοισι
πάντα μάλʼ ἱεμένοις κατελέξατο· τοὶ δʼ ἀΐοντες
τέρπονθʼ· ὃς δʼ Ἀχιλῆος ἀμύμονος ἄφθιτα ἔργα
μέλπε μέσῳ ἐν ἀγῶνι· πολὺς δʼ ἀμφίαχε λαὸς
ἀσπασίως. ὁ δʼ ἄρʼ ἔνθεν ἑλὼν ἐρικυδέα φῶτα
ἐκπάγλως κύδαινεν ἀρηραμένοις ἐπέεσσι,
δώδεχʼ ὅπως διέπερσε κατὰ πλόον ἄστεα φωτῶν,
ἕνδεκα δʼ αὖ κατὰ γαῖαν ἀπείριτον, ὡς δʼ ἐδάϊξε
Τήλεφον, ἠδὲ βίην ἐρικυδέος Ἠετίωνος
Θήβης ἐν δαπέδοισι, καὶ ὡς Κύκνον ἔκτανε δουρὶ
υἷα Ποσειδάωνος ἰδʼ ἀντίθεον Πολύδωρον
καὶ Τρώιλον θηητὸν ἀμύμονά τʼ Ἀστεροπαῖον,
αἵματι δʼ ὡς ἐρύθηνεν ἄδην ποταμοῖο ῥέεθρα
Ξάνθου καὶ νεκύεσσιν ἀπειρεσίοισι κάλυψε
πάντα ῥόον κελάδοντα, Λυκάονος ὁππότε θυμὸν
νοσφίσατʼ ἐκ μελέων ποταμοῦ σχεδὸν ἠχήεντος,
Ἕκτορά θʼ ὡς ἐδάμασσε, καὶ ὡς ἕλε Πενθεσίλειαν,
ἠδὲ καὶ υἱέα δῖον ἐϋθρόνου Ἠριγενείης.
καὶ τὰ μὲν Ἀργείοισιν ἐπισταμένοισι καὶ αὐτοῖς
μέλπε, καὶ ὡς ἐτέτυκτο πελώριος, ὥς τέ οἱ οὔτις
ἔσθενε δηριάασθαι ἐναντίον, οὔτʼ ἐν ἀέθλοις
αἰζηῶν, ὅτε ποσσὶ νέοι περιδηριόωνται,
οὐδὲ μὲν ἱππασίῃ, οὐδὲ σταδίῃ ἐνὶ χάρμῃ,
κάλλεΐ θʼ ὡς Δαναούς μέγʼ ὑπείρεχεν, ὥς τέ οἱ ἀλκὴ
ἔπλετʼ ἀπειρεσίη, ὁπότʼ Ἄρεος ἔσσυτο δῆρις.