# τὰ μεθ᾿ Ὅμηρον 4.169-209

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 4, lines 4.169-4.209. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/4.169

εὔχετο δʼ ἀθανάτοισι καὶ υἱέα τοῖον ἰδέσθαι
κείνου ἀπὸ Σκύροιο πολυκλύστοιο μολόντα.
Ἀργεῖοι δʼ ἄρα πᾶσιν ἐπευφήμησαν ἔπεσσιν
αὐτή τʼ ἀργυρόπεζα Θέτις, καί οἱ πόρεν ἵππους
ὠκύποδας, τούς πρόσθεν ἐϋμμελίῃ Ἀχιλῆι
Τήλεφος ὤπασε δῶρον ἐπὶ προχοῇσι Καΐκου,
εὖτέ ἑ μοχθίζοντα κακῷ περὶ ἕλκεϊ θυμὸν
ἠκέσατʼ ἐγχείῃ, τῇ μιν βάλε δηριόωντα
αὐτὸς ἔσω μηροῖο, διήλασε δʼ ὄβριμον αἰχμήν·
καὶ τοὺς μέν Νέστωρ Νηλήιος οἶς ἑτάροισιν
ὤπασεν· οἱ δʼ ἐς νῆας ἄγου μέγα κυδαίνοντες
ἀντίθεον βασιλῆα. Θέτις δʼ ἐς μέσσον ἀγῶνα
θῆκεν ἄρʼ ἀμφὶ δρόμοιο βόας δέκα· τῇσι δὲ πάσῃς
καλαὶ πόρτιες ᾖσαν ὑπὸ μαζοῖσιν ἰοῦσαι·
τάς ποτε Πηλείδαο θρασὺ σθένος ἀκαμάτοιο
ἤλασεν ἐξ Ἴδης μεγάλῳ ἐπὶ δουρὶ πεποιθώς.
τῶν πέρι δοιοὶ ἀνέσταν ἐελδόμενοι μέγα νίκης·
Τεῦκρος μὲν πρῶτος Τελαμώνιος, ἄν δὲ καὶ Αἴας,
Αἴας, ὅς τε Λοκροῖσι μετέπρεπεν ἰοβόλοισιν.
ἀμφὶ δʼ ἄρα ζώσαντο θοῶς περὶ μήδεα χερσὶ
φάρεα, πάντα δʼ ἔνερθεν, ἅπερ θέμις, ἐκρύψαντο
αἰδόμενοι Πηλῆος ἐϋσθενέος παράκοιτιν
ἄλλας τʼ εἰναλίας Νηρηίδας, ὅσσαι ἅμʼ αὐτῇ
ἤλυθον Ἀργείων κρατεροὺς ἐσιδέσθαι ἀέθλους.
τοῖσι δὲ σημαίνεσκε δρόμου τέλος ὠκυτάτοιο
Ἀτρείδης, ὅς πᾶσι μετʼ Ἀργείοισιν ἄνασσε.
τοὺς δʼ Ἔρις ὀτρύνεσκεν ἐπήρατος· οἱ δʼ ἀπὸ νύσσης
καρπαλίμως οἴμησαν ἐοικότες ἰρήκεσσι·
τῶν δὲ καὶ ἀμφήριστος ἔην δρόμος· οἱ δʼ ἑκάτερθεν
Ἀργεῖοι λεύσσοντες ἐπίαχον ἄλλυδις ἄλλος.
ἀλλʼ ὅτε τέρματʼ ἔμελλον ἱκανέμεναι μεμαῶτες,
δὴ τότε που Τεύκροιο μένος καὶ γυῖα πέδησαν
ἀθάνατοι· τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη
ὄζον ἐς ἀλγινόεντα βαθυρρίζοιο μυρίκης·
τῷ δʼ ἄρʼ ἐνιχριμφθεὶς χαμάδις πέσε· τοῦ δʼ ἀλεγεινῶς
ἄκρον ἀνεγνάμφθη λαιοῦ ποδός, αἱ δʼ ὑπανέσταν
οἰδαλέαι ἑκάτερθε περὶ φλέβες. οἱ δʼ ἰάχησαν
Ἀργεῖοι κατʼ ἀγῶνα· παρήιξεν δέ μιν Αἴας
γηθόσυνος· λαοὶ δὲ συνέδραμον, οἵ οἱ ἕποντο,
Λοκροί· αἶψα δὲ χάρμα περὶ φρένας ἤλυθε πάντων·
ἐκ δʼ ἔλασαν κατὰ νῆας ἀγοῦ βόας, ὄφρα νέμωνται.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
