Ancient Greek
Book 4, lines 4.210-4.252
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 4.210-252
Not analysed yet
Τεῦκρον δʼ ἐσσυμένως ἕταρο; περιποιπνύοντες
ἦγου ἐπισκάζοντα· θοῶς δέ οἱ ἰητῆρες
ἐκ ποδὸς αἷμʼ ἀφέλοντο, θέσαν δʼ ἐφύπερθε μοτάων
εἴρἰ ἄδην δεύσαντες ἀλείφασιν· ἀμφὶ δὲ μίτρην
δήσαντʼ ἐνδυκέως· ὀλοὰς δʼ ἐκέδασσαν ἀνίας.
ἄλλω δʼ αὖθʼ ἑτέρωθι παλαισμοσύνης ὑπερόπλου
καρπαλίμως μνώοντο δύω κρατερόφρονε φῶτε,
Τυδέος ἱπποδάμοιο πάϊς καὶ ὑπέρβιος Αἴας,
οἵ ῥʼ ἴσαν ἐς μέσσον· θάμβος δʼ ἔχεν ἀθρήσαντας
Ἀργείους· ἄμφω γὰρ ἔσαν μακάρεσσαν ὁμοῖοι.
σὺν δʼ ἔβαλον θήρεσσιν ἐοικότες, οἵ τʼ ἐν ὄρεσσιν
ἀμφʼ ἐλάφοιο μάχονται ἐδητύος ἰσχανόωντες,
ἶσον δʼ ἀμφοτέροισι πέλει σθένος, οὐδέ τις αὐτῶν
λείπεται οὐδʼ ἠβαιὸν ἀταρτηρῶν μάλʼ ἐόντων·
ὥς οἵ γʼ ἶσον ἔχον κρατερὸν μένος. ὀψὲ δʼ ἄρʼ Αἴας
Τυδείδην συνέμαρψεν ὑπὸ στιβαρῇσι χέρεσσιν
ἆξαι ἐπειγόμενος. ὁ δʼ ἄρʼ ἰδρείῃ τε καὶ ἀλκῇ
πλευρὸν ὑποκλίνας Τελαμώνιον ὄβριμον υἷα
ἐσσυμένως ἀνάειρεν ὑπὸ μυῶνος ἐρείσας
ὦμον, καὶ ποδὶ μηρὸν ὑποπλίξας ἑτέρωσε
κάββαλεν ὄβριμον ἄνδρα κατὰ χθονός· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
ἕζετο· τοὶ δʼ ὁμάδησαν. ὁ δʼ ἀσχαλόων ἐνὶ θυμῷ
Αἴας ὀβριμόθυμος ἀνίστατο δεύτερον αὖθις
ὁρμαίνων ἐς δῆριν ἀμείλιχον· αἶψα δὲ χερσὶ
σμερδαλέῃσι κόνιν κατεχεύατο, καὶ μέγα θύων
Τυδείδην ἐς μέσσον ἀΰτεεν· ὅς δέ μιν οὔτι
ταρβήσας οἴμησε καταντίον· ἀμφὶ δὲ πολλὴ
ποσσὶν ὕπʼ ἀμφοτέρων κόνις ὤρνυτο· τοὶ δʼ ἑκάτερθε
ταῦροι ὅπως συνόρουσαν ἀταρβέες, οἵ τʼ ἐν ὄρεσσι
θαρσαλέου μένεος πειρώμενοι εἰς ἕν ἵκωνται
ποσσὶ κονιόμενοι, περὶ δὲ βρομέουσι κολῶναι
βρυχῇ ὕπʼ ἀμφοτέρων, τοὶ δʼ ἄσχετα μαιμώωντες
κράατα συμφορέουσιν ἀτειρέα καὶ μέγα κάρτος
δηρόν ἐπʼ ἀλλήλοισι πονεύμενοι, ἐκ δὲ μόγοιο
λάβρον ἀνασθμαίνοντες ἀμείλιχα δηριόωνται,
πουλὺς δʼ ἐκ στομάτων χαμάδις καταχεύεται ἀφρός·
ὥς οἵ γε στιβαρῇσιν ἄδην πονέοντο χέρεσσιν.
ἀμφοτέρων δʼ ἄρα νῶτα καὶ αὐχένες ἀλκήεντες
χερσὶ περικτυπέοντο τετριγότες, εὖτʼ ἐν ὄρεσσι
δένδρἐ ἐπʼ ἀλλήλοισι βαλόντʼ ἐριθηλέας ὄζους.
πολλάκι δʼ Αἴαντος μέγαλου στιβαροὺς ὑπὸ μηροὺς
κάββαλε Τυδείδης κρατερὰς χέρας, ἀλλά μιν οὔτι
ἄψ ὦσαι δύνατο στιβαροῖς ποσὶν ἐμβεβαῶτα·